TLG 2724 003 :: AMMONIUS :: Fragmenta in Joannem (in catenis)

AMMONIUS Scr. Eccl., Exegeta Presbyter
(Alexandrinus: A.D. 5–6?)

Fragmenta in Joannem (in catenis)

Source: Reuss, J. (ed.), Johannes–Kommentare aus der griechischen Kirche [Texte und Untersuchungen 89] Berlin: Akademie–Verlag, 1966: 196–358.

Citation: Fragment — (line)

1

Jo 1, 1
1 Ὁ λόγος μίαν οἶδεν ἀρχήν, οὐ δύο, ὡς λέγουσιν οἱ Μανιχαῖοι, οὐδὲ πρώτου αἴτιον καὶ δεύτερον αἴτιον καὶ τρίτον αἴτιον, ὡς λέγουσι Πλάτων, Βασιλίδης, Μαρκίων, Ἄρειος, Εὐνόμιος· λέγεται μὲν γὰρ ἀρχὴ ὁ πατὴρ καὶ ἀρχὴ ὁ υἱὸς καὶ ἀρχὴ τὸ πνεῦμα διὰ τὸ συναΐδιον τῆς τριάδος, οὐ διὰ τὸ τρεῖς εἶναι ἀρχάς,
5ἐπεὶ καὶ τὸν πατέρα λέγομεν θεὸν καὶ τὸν υἱὸν θεὸν καὶ τὸ πνεῦμα θεόν, οὐχ ὡς τρίθεον σέβοντες, ἀλλὰ διὰ τὸ ὁμοούσιον τῆς μιᾶς θεότητος τῶν τριῶν ὑποστάσεων.

2

Jo 1, 1
1 Τὴν Σαβελλίου αἵρεσιν διὰ τοῦτο καταβάλλει τὰς ὑποστάσεις σημαίνων πατρὸς καὶ υἱοῦ· οὐδὲ γὰρ υἱοπατορίαν ἡ ἐκκλησία δοξάζει καθὰ μυθεύων ὁ Λίβυς εἶπεν. Μίαν ὑπόστασιν λέγουσι τῆς τριάδος Σαβέλλιος, Νοητός, Ναυάτος, Παῦλος
5Σαμοσατεύς, Μάρκελλος. Οὐκ ἦν προφορικός, ἀλλ’ ἐνυπόστατος καὶ οὐ μόνον ἐνυπόστατος, ἀλλὰ καὶ θεός. Φωτεινὸς λέγει, ὅτι ἐκ τοῦ πατρὸς Λόγος ἀνυπόστατος ὢν ὡς ὁ ἡμέτερος εἰς σάρκα μετεβλήθη.
10 Ἐπειδὴ ἀκούοντές τινες τῶν αἱρετικῶν, ὅτι ὁ πατὴρ ἐγέννησε τὸν υἱόν, σκανδαλίζονται ἐννοοῦντες ῥεῦσιν ἢ πάθος γίνεσθαι περὶ τὸν πατέρα, ἅπερ πέφυκεν ἐπὶ τῶν παχείων σωμάτων ἔσθ’ ὅτε συμβαίνειν. προαναστέλλων αὐτῶν τὴν εὐήθειαν ὁ εὐαγγελιστὴς ἐκ προοιμιῶν τὸν υἱὸν ἅπαξ καὶ δεύτερον καὶ
τρίτον ἐκάλεσε Λόγον, ἵνα τὸ ἀπαθὲς παραστήσῃ τῆς γεννήσεως· ὡς γὰρ ὁ196
15ἡμέτερος λόγος ἀρρεύστως καὶ ἀμειώτως καὶ ἀπαθῶς γεννᾶται ἐκ τοῦ νοῦ (ὁμοίως καὶ τὸ ἡμέτερον πνεῦμα), οὕτω καὶ ἡ γέννησις τοῦ υἱοῦ· διὸ καὶ ἐλέχθη· «Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», ὅ ἐστι θεόν, ὃς μόνος «ἐστὶν ἀγαθός».

3

Jo 1, 2
1 Ἀντὶ τοῦ συναΐδιος ἦν τῷ πατρὶ ἐν τῇ τοῦ πατρὸς ὑπάρχων φύσει, ἔχων τόπον ἀρχαιότατον τὴν τοῦ γεννήσαντος φύσιν· ἡ γὰρ ἀρχὴ ὑπεραναβαίνει τοὺς αἰῶνας· ἀρχὴ γὰρ λέγεται ὁ πατὴρ τοῦ υἱοῦ κατὰ μόνον τὸ ἐξ οὗ· τῇ γὰρ αἰτίᾳ ὁ πατὴρ τοῦ υἱοῦ προεπινοηθήσεται, οὐ μὴν τῇ ὑπάρξει προθεωρηθήσεται.
5πανταχοῦ δὲ ἐντίθησι τὸ ἦν παραπέμπων τὸν υἱὸν ἐπὶ τὸ ἄναρχον· οὐ γὰρ εἶπεν ἀρχὴν ἔσχεν, ἀλλ’ ἐν ἀρχῇ ἦν.

4

Jo 1, 3
1 Ἄλλην ἐκβάλλει αἵρεσιν διδάσκων, ὅτι διὰ τοῦ υἱοῦ ἐκτίσθη πάντα τὰ γενητά, οὐ μὴν δι’ ἀγγέλων καλῶν ἢ κακῶν ὡς κακῶς τινες ὑπέλαβον, ὧν εἰσι Πλάτων, Σίμων, Βασιλίδης, Νικόλαος, Μένανδρος, Βορβοριανός, Σατορνῖλος, Κήρινθος. διὸ καὶ τὸν γάμον τινὲς ἀπαγορεύουσι καὶ τὸ γεννᾶν, Σατορνῖλος
5καὶ οἱ Ἀποστολικοί.

5

Jo 1, 3
1 Ἔμφασιν ἔχει ὁ λόγος, ὅτι οὐ μόνος ὁ υἱὸς ἔκτισε τὰ πάντα, ἀλλὰ καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα· ὅσα γὰρ ποιεῖ ὁ πατὴρ διὰ τοῦ υἱοῦ ἐν πνεύματι ἁγίῳ ἐργάζεται, καὶ ὅπου μία τῶν τριῶν ὑποστάσεων λέγεται ποιεῖν, συνεπινοοῦνται
καὶ αἱ λοιπαὶ τῆς μιᾶς οὐσίας ὑποστάσεις.197

6

Jo 1, 4
1Πάντα ὅσα ἐποίησεν ὁ πατὴρ δι’ υἱοῦ, ἐξ αὐτοῦ ἐζωοποιήθη.

7

Jo 1, 4
1 Οὐκ ἐν ἀνθρώπῳ γέγονεν ὁ Λόγος, ἀλλὰ τρόπον τινὰ αὐτὸς διὰ τοῦ πνεύ‐ ματος ἐνισχύσας τὴν παρθένον καὶ ἐνοικήσας ἐν τῇ μήτρᾳ αὐτῆς θεμέλιος ἐγένετο. καὶ ἐν αὐτῷ ᾠκοδόμησεν τὴν ἐκ Μαρίας ἑνωθεῖσαν αὐτῷ σάρκα ἔμψυχον λογικήν, ὅπερ ἐστὶ ζω. ὡς γὰρ αὐτός ἐστι ζω, οὕτω καὶ ἡ ἑνωθεῖσα
5αὐτῷ σάρξ, ἧς οἱ μετέχοντες ζωοποιοῦνται τοῦ θανάτου καὶ τῆς φθορᾶς ἀπαλλασσόμενοι καὶ εἰς τὴν ἀπόλαυσιν τῶν τοῦ μέλλοντος αἰῶνος ἀγαθῶν τῶν ἀκαταπαύστων πεμπόμενοι, ὅπερ ἐστὶν ἡ ἀληθῶς ζω.

8

Jo 1, 4
1 Ἡ σάρκωσις τοῦ μονογενοῦς φωταγωγεῖ τοὺς ἀνθρώπους πρὸς τὴν ἀληθῆ θεογνωσίαν καὶ πρὸς πᾶν εἶδος ἀρετῆς, δι’ ὧν ἡ ζωοποίησις γίνεται, ὅ ἐστι
τῶν ἀγαθῶν ἡ ἀπόλαυσις.198

10 col 1

Jo 1, 5
1 Σκοτία ἐστὶ πᾶς ὁ κόσμος πρὸς σύγκρισιν τοῦ ἀνεκφράστου καὶ ἀπρο‐ σίτου φωτός. πλὴν καὶ ὁ υἱὸς φωτίζει τὸν νοῦν πρὸς τὰ πρακτέα καὶ ἀεὶ
5περικρατεῖ ἡ ἀλήθεια, οὐ μὴν τὸ ψεῦδος περιγίνεται τῆς ἀληθείας. διὸ καὶ αὐτὸς εἶπεν· «ἐγὼ νενίκηκα τὸν κό‐ σμον», ἀντὶ τοῦ πᾶσαν πεπλανημένην αἵρεσιν ἤλεγξα καὶ πάντων περιγέγονα
10τῶν παθῶν, ὅσα ἐστὶν ἐπείσακτα, οὐ μὴν φυσικὰ καὶ ἀναγκαῖα. ἅπερ ἑκὼν ὑπέστη, ἵνα δείξῃ τὸ ἀληθὲς τῆς σαρ‐ κώσεως, καὶ ὅτι οὐ φαῦλα τὰ φυσικὰ καὶ ἀναγκαῖα. διὰ γὰρ τοῦτο προσήγ‐
15γιζε τῇ τοῦ θεοῦ λόγου σαρκί, οὐχ ἵνα κρατυνθῇ, ἀλλ’ ἵνα ἐν αὐτῷ ἀναι‐ ρεθῇ· τὰ γὰρ ἄσεμνα πάθη οὐδὲ κατὰ φαντασίαν ὑπέστη.

10 col 2

Σκοτίαν καὶ τὸν κόσμον νυνὶ νοητέον πρὸς σύγκρισιν τοῦ ἀνεκφρά‐ στου καὶ ἀπροσίτου φωτός.

11

Jo 1, 6
1 Ἀπεσταλμένος ἐστὶν ὁ Ἰωάννης ὡς ἀπὸ τῆς ἐρήμου μεταβὰς ἐν τῇ οἰκουμένῃ χώρᾳ, ἵνα κηρύξῃ τὸν Χριστὸν τοῖς λαοῖς. ὁ δὲ κύριος ἐκλήθη καὶ αὐτὸς ἀπεσταλμένος, οὐχ ὡς ἀπὸ τόπων εἰς τόπους μεταβάς, ἀκίνητον γὰρ τὸ θεῖον, ἀλλ’ ὡς ἐκ τῶν τοῦ πατρὸς κόλπων οἱονεί πως κινηθεὶς καὶ πρὸς
5τὴν ἡμετέραν ἐλθὼν πτωχείαν, δι’ ἣν καὶ λέγεται ἑαυτὸν ταπεινῶσαι. ὅταν οὖν εἴπῃ ἡ γραφὴ τὰ τῇ οἰκονομίᾳ πρέποντα ῥήματα, εἰ μὲν εἴπῃ, ὅτι «ἑαυτὸν ἐκένωσεν», σημαίνει τὸ αὐτοδέσποτον καὶ βασιλικόν, ὅτι ἑκὼν ἐσαρκώθη, εἰ δὲ εἴπῃ, ὅτι ἀπεστάλη, διδάσκει, ὅτι οὐκ ἄνευ τοῦ πατρὸς ἐσαρκώθη. ταῦτα δὲ λαλοῦμεν ὡς ἄνθρωποι· μία γὰρ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ βούλησις, κἂν199
10τὸ διάφορον ἐννοῶμεν τῶν τῆς μιᾶς θεότητος καὶ οὐσίας ὑποστάσεων· οὕτω γὰρ λέγομεν, ὅτι μόνος ὁ υἱὸς σεσάρκωται, οὐχ ὁ πατήρ, οὐ τὸ πνεῦμα.

12

Jo 1, 7
1 Διὰ τοῦτο μείζων τῶν ἄλλων προφητῶν ὁ Ἰωάννης, ὅτι ἐκεῖνοι μὲν ἐκή‐ ρυξαν τὸν προσδοκώμενον, οὗτος δὲ ἑωρακὼς αὐτὸν καὶ πεισθεὶς διὰ σημείων, ὅτι οὗτός ἐστιν, ἦλθεν μαρτυρῶν ἐξ ὧν ἤκουσε καὶ εἶδεν.

13

Jo 1, 8—9
1 Εἰ καὶ φῶς ὁ Ἰωάννης καὶ οἱ ἅγιοι, ἀλλ’ οὐκ ἐκεῖνοι ὡς ὁ θεολογούμενος Χριστός, ὃ φύσει φῶς· οἱ γὰρ ἅγιοι χάριτι ἔσχον τὸν φωτισμόν. διὸ περὶ τοῦ Χριστοῦ φησιν· ἦν τὸ φῶς τὸ ἀληθινόν.

14

Jo 1, 9
1 Ὁ κύριος τὰ λογικὰ αὐτοῦ κτίσματα ἀπὸ φυσικῶν ἐννοιῶν φωτίζει εἰς τὸ πεισθῆναι, ὅτι ἐστὶ θεός, στοχαζομένους ἐκ τῆς τῶν κτισμάτων αὐτοῦ
καλλονῆς καὶ εὐταξίας τὸ ὑπερέχον τῆς αὐτοῦ δυνάμεως.200

15

Jo 1, 10
1Ὡς θεὸς ἦν ἐν τῷ κόσμῳ οὐ κατ’ οὐσίαν, ἀλλὰ κατὰ τὸ προνοητικόν.

16

Jo 1, 10
1 Πάλιν ἀνασειράζει τὴν αἵρεσιν τῶν λεγόντων μὴ εἶναι κτίσματα τοῦ θεοῦ τοὺς ἀνθρώπους καὶ τὰ λοιπά.

17

Jo 1, 10
1 Ὧδε κόσμον μόνους τοὺς ἀνθρώπους λέγει ἀπὸ μέρους ὀνομάζων τὸν κόσμον ἤτοι τοὺς τὰ τοῦ κόσμου φρονοῦντας καὶ αὐτῷ προσηλωμένους, οἵτινες διὰ τὴν πρὸς τὰ γήϊνα προσπάθειαν οὔτε ὅλως ἔγνωσαν αὐτόν, οἳ ἦσαν οἱ
εἰδωλολάτραι καὶ τῶν παθῶν δοῦλοι.201

19

Jo 1, 11
1 Λέγεται εἰς τὰ ἴδια ἐληλυθέναι καθὸ σαρκωθεὶς ἐγνωρίσθη τοῖς αὐτὸν θεασαμένοις ὀφθαλμοφανῶς ἢ ὅτι πρὸς τοὺς ἰδίους ἦλθεν, οἳ ἐδόκουν αὐτοῦ ἴδιοι εἶναι κατὰ τὸ «ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα».

22

Jo 1, 13
1Οὐκέτι χρεία τῆς βουθυσίας ὡς ἀρεστῆς θεῷ κατὰ τὸν τοῦ νόμου τύπον
ὡς ἀρκοῦντος τοῦ αἵματος τοῦ Χριστοῦ πρὸς δικαίωσιν.202

23

Jo 1, 14
1 Ὅτε γέγονε σὰρξ ὁ λόγος, οὐ μετεβλήθη τὴν οὐσίαν, ἀλλὰ καὶ ὁρατὸς γεγονὼς διὰ τὴν σάρκα ἔμεινεν ἔχων τὴν ἰδίαν δόξαν ὡς μονογενὴς υἱὸς τοῦ θεοῦ καὶ πατρός· τὸ γὰρ οὖν σκηνοῦν ἕτερόν ἐστι κατ’ οὐσίαν τῆς σκηνῆς. οὐκ εἶπεν δὲ σῶμα, ἵνα μὴ εἴπωσί τινες, ὅτι οὐράνιον σῶμα ἐφόρεσεν, οὔτε
5εἶπεν ἄνθρωπος γέγονεν, ἵνα μὴ ἄλλοι εἴπωσιν οὐ τὸν ἔξω, ἀλλὰ τὸν ἔσω ἄνθρωπον ἔλαβεν, οὔτε εἶπεν ἐκ τοῦ λόγου σὰρξ ἐγένετο, ἵνα μὴ ἄλλοι εἴπωσι μετεβλήθη ἐκ τοῦδε εἰς τόδε. ἡ μὲν οὖν σὰρξ καὶ σῶμα λέγεται, οὐ πάντως δὲ καὶ σῶμα σάρξ. διὸ καὶ ὁ κύριος ἔλεγεν· «ὁ τρώγων μου τὴν σάρκα» καὶ ἀλλαχοῦ· «ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα
10οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα».

25

Jo 1, 14
1 Πῶς ἐθεασάμεθα; διὰ τοῦ ἀστέρος τῶν μάγων, τῶν ἀγγέλων, τῶν ποιμένων, τῆς Ἄννης, τοῦ Συμεών, τοῦ Γαβριήλ, τοῦ τόκου τῆς παρθένου τοῦ ἀφράστου, τῆς φωνῆς τοῦ πατρὸς τῆς μαρτυρούσης αὐτῷ, τῆς ἐπ’ αὐτὸν τοῦ
πνεύματος ἐπιφοιτήσεως καὶ τῶν μυρίων θεοσημείων καὶ ἰάσεων.203

26

Jo 1, 16
1 Ὡς ῥίζα πάντων τῶν ἀγαθῶν καὶ πηγὴ πολλοῖς μεταδιδοὺς τῶν ἰδίων ἀγαθῶν οὐκ ἀπομειοῦται, πλὴν ἐξ ὧν ὁ μὲν χορηγεῖ, ἡ δὲ κτίσις δέχεται, δῆλον ὅτι θεὸς ὁ Χριστός.

27

Jo 1, 17
1 Ἀντὶ τῆς ἐν Ἀδὰμ χάριτος, ἧς ἐξεπέσαμεν, ὁ Χριστὸς διὰ τοῦ λουτροῦ δέδωκεν ἡμῖν πνεύματος ἁγίου ἐνοίκησιν.

28

Jo 1, 18
1 Οὐ μόνος ὁ πατὴρ ἀόρατος, ἀλλὰ καὶ ὁ υἱός· εἰ γὰρ καὶ ὤφθη ἐν σαρκί, ἀλλ’ οὐ κατὰ τὴν οὐσίαν, ἣν οὐδὲ ἄγγελοι θεωροῦσιν ὥς ἐστιν· πολλοὶ μὲν γὰρ ἴσασι θεόν, τὴν δὲ οὐσίαν οὐδεὶς οἶδεν. οὐ τὸ κρυπτόμενον σῶμα τοῦτο καλεῖται ἀόρατον, ἀλλὰ τὸ ἀσώματον τὸ μὴ πεφυκὸς ὁρᾶσθαι μηδὲ νῷ.

29

Jo 1, 18
1 Διὰ τοῦ ἀξιοπίστου προσώπου ὑψηλὸν τοῦτο δόγμα καὶ ὑπὲρ ἄνθρωπον συνίστησι· «τίς γὰρ οἶδεν τὰ» τοῦ θεοῦ καὶ πατρὸς εἰπεῖν, εἰ μὴ ὁ ἐξ αὐτοῦ γεννηθεὶς υἱὸς καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα τὸ «καὶ τὰ βάθη τοῦ θεοῦ» ἐπιστά‐
μενον.204

30

Jo 1, 20
1 Ἀντὶ τοῦ ταῦτα ἐλάλησε μαρτυρῶν, ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, οὐ μὴν αὐτὸς ὁ Ἰωάννης, ὡς κακῶς ὑπώπτευσάν τινες περὶ αὐτοῦ.

31

Jo 1, 20—23
1 Ἀρετῆς ἔργον τὸ μὴ ἐπαίρεσθαι τοῖς ἐκείνων ἐπαίνοις καὶ ἐν τοῖς οὐκ ἰδίοις ἐγκαλλωπίζεσθαι κόσμοις. ἔφη· ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμ· εὐθύνατε τὴν ὁδὸν τοῦ κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.

32

Jo 1, 23
1 Ὡς φωνὴ λόγου προτρέχει, οὕτω καὶ τοῦ Χριστοῦ λόγου ὄντος ὡς φωνὴ προτρέχει ὁ Ἰωάννης.

33

Jo 1, 23
1Εἰ μὴ προπαρήγγειλέ με Ἠσαΐας κηρύξαι τὸν Χριστόν, ὅς ἐστι κύριος,
οὐκ ἂν ἐτόλμων λαλῆσαι.205

34

Jo 1, 24
1 Ὡς ἀκριβέστεροι περὶ τὴν γνῶσιν τῶν γραφῶν ἦλθον οὗτοι, οὓς ὁ Ἰωάννης ἠρέμας ἤλεγξεν ἀπαιδεύτους εἶναι καὶ ἀνοήτους ὡς τοῦ κατημαξευμένου παρ’ αὐτοῖς προφήτου τὴν περικοπὴν τὴν περὶ αὐτοῦ εἰρημένην ἀγνοεῖν.

35

Jo 1, 25
1 Ὡς ἔοικε τοιαύτας εἶχον παρὰ τῶν διδασκάλων αὐτῶν παραδόσεις ὡς μόνοις ἐκείνοις ἐξῆν βαπτίζειν ἤγουν ἢ ὁ Χριστὸς ἢ ὁ Ἠλίας ἢ ὁ προ‐ φήτης.

36

Jo 1, 26
1 Αὐτὸς ὁ Ἰωάννης ἀξιόπιστός ἐστι τῶν ἑαυτοῦ μάρτυς, ὅπου γε οὐδὲν μέγα περὶ ἑαυτοῦ ἐφθέγξατο, ἀλλὰ καὶ πολὺ ταπεινὸν ψιλὸν ὕδωρ ἀποκαλέσας τὸ τοῦ ἰδίου βαπτίσματος.

37

Jo 1, 26
1 Ἕως τοῦ καιροῦ τῆς οἰκονομίας ὁ Χριστὸς παρὼν ἐν μέσῳ πάντων ἠγνο‐ εῖτο. καὶ μετ’ ὀλίγα· μέσον δὲ ἱστάμενον καὶ ἀγνοούμενον λέγει τὸν Χριστὸν
διὰ τὴν τῆς σαρκὸς περιβολήν.206

38

Jo 1, 29
1 Ἀμνός ἐστιν ὡς διδόμενος ὑπὲρ ἀφέσεως ἁμαρτιῶν τῶν ἀναγεννωμένων «διὰ λουτροῦ παλιγγενεσίας», αἴρων δὲ εἰπὼν δείκνυσιν, ὅτι ἀεὶ αἴρει.

39

Jo 1, 30
1 Ἔμπροσθεν γέγονεν ὁ Χριστὸς τοῦ Ἰωάννου ὡς λύων «τὴν ἁμαρτίαν τοῦ κόσμου» καὶ ἐν πνεύματι ἁγίῳ βαπτίζων ὡς ψιλοῦ ὄντος τοῦ ὕδατος τοῦ βαπτίσματος Ἰωάννου. ἀνὴρ δὲ καλεῖται ὡς ἐκ γυναικὸς τεχθεὶς τὸ «κατὰ σάρκα» ἢ ὅτι τριακονταετὴς ὑπῆρχεν· (τὸν γὰρ τῷ χρόνῳ τούτῳ ἐπιβάντα
5ἄνδρα καλοῦσιν) ἢ ὅτι τέλειος ἦν ἐν πάσῃ ἀρετῇ πρακτικῇ τε καὶ θεωρητικῇ ἢ ὅτι πάσης τῆς λογικῆς φύσεως, ὅ ἐστι τῆς ἐκκλησίας, νυμφίος ἐστίν. ὡς τῆς ἐκκλησίας γυναικὸς ἐχούσης πρόσωπον ὁ Χριστὸς ἀνὴρ καλεῖται ὡς νυμφευό‐ μενος τὰς τῶν πιστῶν ψυχάς.

41

Jo 1, 31
1Ἕνεκεν τοῦ κηρύξαι τὸν Χριστὸν καὶ κατάδηλον ποιῆσαι τῷ λαῷ ἐβάπτιζεν
ὁ Ἰωάννης.207

42

Jo 1, 32
1 Οἰκονομίας τρόπῳ εἴρηται τοῦτο· ἀχώριστον γάρ ἐστι τοῦ υἱοῦ ὡς καὶ τοῦ πατρός· αἰσθητῶς γάρ τι τῶν τῆς τριάδος ἰδεῖν ἀδύνατον.

43

Jo 1, 33
1 Ὡς ἐκ πρώτης ἡλικίας ἐν τοῖς ἐρήμοις διάγων τὸ ἀνύποπτον τῆς μαρτυρίας συνίστησιν ὡς δι’ ἀποκαλύψεως μαθὼν αὐτόν.

45

Jo 1, 35
1 Τρίτη αὕτη εὑρίσκεται ἡμέρα, ἀφ’ οὗ ἐποιήσαντο οἱ Φαρισαῖοι τὴν πρὸς τὸν Ἰωάννην συντυχίαν, ἐν ᾗ ἐπυνθάνοντο αὐτοῦ τίς ἐστιν.

46

Jo 1, 36
1 Διὰ τὸ ῥᾴθυμον τῶν ἀκροατῶν τοῖς αὐτοῖς κέχρηται λόγοις· ἀρετὴ γὰρ διδασκάλου τὸ τοῖς αὐτοῖς κεχρῆσθαι πρὸς τὸ ἐμπαγῆναι τοὺς λόγους ἐν ταῖς
τῶν ἀκροατῶν ψυχαῖς.208

47

Jo 1, 38
1 Ἐπειδὴ οἱ ἀκολουθοῦντες Χριστῷ οὐ δύνανται αὐτὸν φθάσαι, συγκατα‐ βατικῶς στρέφεται πρὸς αὐτοὺς δεικνὺς αὐτοῖς τὸ ἑαυτοῦ πρόσωπον, ἵνα γνῶσιν, ὅτι αὐτός ἐστιν ὁ πληρῶν «τὸν νόμον» καὶ διδάσκων τὰ ἐν αὐτῷ.

48

Jo 1, 38
1Οὐχ ὡς ἀγνοῶν δὲ ἐρωτᾷ, ἀλλ’ ἐκκαλούμενος αὐτοὺς εἰς ὁμιλίαν.

49

Jo 1, 39
1 Οὐκ ἔστι τοῦτο ἐναντίον τῷ εἰρημένῳ «ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ»· εἰ γὰρ καὶ κατέμεινεν ἐν οἴκῳ, ἀλλ’ ἴδιον οὐκ ἐκτήσατο καταγώγιον.

50

Jo 1, 45
1 Ὃν εὐηγγελίσω μοι, φησίν, πῶς δυνατὸν εἶναι τὸν Χριστὸν ἐκ Ναζαρέθ, ὃν εἶπεν ἡ γραφὴ ἐκ Βηθλέεμ ἔρχεσθαι; ἀλλ’ ἐκεῖ μὲν ἐν Βηθλέεμ ἐτέχθη, τὴν δὲ Ναζαρὲθ ἐπεγράφετο πατρίδα ὡς ἐκεῖ τραφεὶς καὶ διάγων μέχρι τελείας
ἡλικίας.209

51

Jo 1, 47
1 Μεγάλη δόξα καὶ καύχημα τὸ ἐξ αὐτῆς τῆς ἀληθείας, ὅ ἐστι Χριστός, μαρτυρίαν ἔχειν καθαρᾶς καρδίας, ἥτις ὁρᾷ θεὸν τῷ νῷ καὶ ποδηγεῖται πρὸς τὴν σωτήριον πίστιν ἀδόλως προστρέχειν τῷ Χριστῷ οὐχ ὡς Ἰουδαῖος ἢ ὡς Ἡρώδης.

52

Jo 1, 49
1 Ὅλος ἕτοιμος ἦν ὁ Ναθαναήλ. διὸ ἐκ μόνου τούτου τοῦ ψιλοῦ ῥήματος πεισθεὶς ὡμολόγησεν αὐτὸν εἶναι τὸν Χριστόν, ὅς ἐστιν υἱὸς τοῦ θεοῦ φύσει καὶ ἀληθείᾳ καὶ βασιλεὺς τῶν ὄντως πιστῶν· ὡς ἔτι γὰρ ἀτελὴς οὐκ εἶπεν αὐτὸν βασιλέα τῆς κτίσεως, ἀλλὰ μόνον τοῦ Ἰσραὴλ κατὰ τὸ εἰρημένον·
5«καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ».

53

Jo 1, 51
1 Ὁτὲ μὲν ἁπλῶς, ὁτὲ δὲ διπλασιαζομένως κέχρηται ὁ σωτὴρ τὸ βέβαιον τῶν λεγομένων παριστάς. ἔστι δὲ ἡ λέξις ἑβραϊκὴ δηλοῦσα τὸ γένοιτο οὕτως ὑμᾶς πιστοὺς εὑρεθῆναι ὡς ἰδεῖν τὸν οὐρανὸν ἀνεῳγότα καὶ τὰ ἑξῆς. οὐκ αἰσθητῶς δέ, φησίν, τὸν οὐρανὸν ἀνεῳγότα δυνατὸν ἰδεῖν, ἀλλὰ μόνον νοήσει
5σκοπούσῃ τοὺς προσερχομένους ἀγγέλους ἐπὶ τῷ διακονεῖν τῷ Ἰησοῦ. ἔστι
δὲ τὸ ἀμὴν καὶ ἀντὶ τοῦ ὄντως καὶ ἀληθῶς λεγόμενον, ὃ καὶ κρεῖττον ἐνταῦθα.210

54

Jo 1, 51
1 Ἐπειδὴ μόνου τοῦ Ἰσραὴλ ὠνόμασεν ὁ Ναθαναὴλ τὸν Χριστὸν βασιλέα, παιδεύει αὐτὸν διὰ τούτου, ὅτι οὐκ ἦν ψιλὸς ἄνθρωπος ὁ Χριστός, ἐπεί πως αὐτῷ ὑπηρετοῦσιν ἄγγελοι.

55

Jo 1, 51
1 Δείκνυσι διὰ τούτου, ὅτι οὐ δοκήσει, ἀλλ’ ἀληθείᾳ γέγονεν ἄνθρωπος. ἐκ Μαρίας σαρκωθεὶς ὡς μόνος ἀναμάρτητος ὢν ἔσῳζεν αὐτῷ τὸ «κατ’ εἰκόνα» ὅπερ πρῶτος ἄνθρωπος εἶχεν ὁ «κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν» θεοῦ γεγονώς.

56

Jo 2, 2
1 Ἦλθεν ὁ κύριος εἰς τὸν γάμον, ἵν’ ἁγιάσῃ οὐ μόνον τοὺς ζῶντας, ἀλλὰ καὶ τοὺς μέλλοντας τεχθῆναι, δεικνύς, ὅτι αὐτὸς ἐξ ἀρχῆς τὸν γάμον ἐθέσπισεν δεδωκὼς τῷ Ἀδὰμ τὴν Εὔαν, καί τινας τῶν αἱρετικῶν καταισχύνῃ τῶν δια‐ βαλλόντων τὸν γάμον.

57

Jo 2, 4
1 Τῇ δὲ μητρὶ ἐπιμέμφεται ὡς ἀκαίρως ὑπομνησάσῃ θεὸν ὑπομνήσεως μὴ δεόμενον, ἀντὶ τοῦ εἰπεῖν μὴ νόμιζέ με μόνον ἄνθρωπον εἶναι, ἀλλὰ καὶ θεόν.
οὔπω δὲ ἦλθεν ὁ καιρὸς τῆς ἐμῆς φανερώσεως, οὐδέπω ἐγνωρίσθη τίς εἰμι.211

58

Jo 2, 4
1Μέμφεται τὴν μητέρα πρὸς θαυματουργίαν αὐτὸν παρορμῶσαν παράκαιρον.

59

Jo 2, 6
1Ὁ μετρητὴς ποιεῖ ξέστας ἑκατὸν πεντήκοντα.

60

Jo 2, 9
1 Ὁ δι’ ὕδατος ποτίζων τὴν ἄμπελον καὶ ποιῶν αὐτὴν γεννᾶν οἶνον, αὐτός ἐστιν ὁ καὶ νῦν μεταβάλλων εἰς οἶνον τὸ ὕδωρ.

61 col 1

Jo 2, 11
1 Τινὲς πρῶτον ἐν Κανὰ λέγουσι τοῦτο τὸ σημεῖον, ἀλλὰ οὐ πρῶτον πάντων.

61 col 2

Τινὲς μέντοι πρῶτον σημεῖον τὸν ἐν Κανὰ λέγουσι γάμον, ἀλλὰ πρῶτον
πάντων.212

62

Jo 2, 11
1 Παρήνοιγεν αὐτοῖς θύραν πίστεως διὰ τῶν θεοσημείων ἑαυτὸν ἀποκα‐ λύπτων ἤτοι τὴν αὐτοῦ δόξαν καὶ δύναμιν.

64

Jo 2, 15
1 Ἐξέβαλε τὰ κατὰ νόμον σφαγιαζόμενα, ἵνα τὰς πνευματικὰς ἀντεισα‐ γάγῃ λατρείας.

65

Jo 2, 16
1 Πατέρα δὲ ἴδιον καλεῖ ὁ Χριστὸς τὸν θεὸν ὡς αὐτὸς μόνος ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχων.

66

Jo 2, 16
1 Οἶκος μέν ἐστιν ἐμπορίου ὁ τοῦ θεοῦ οἶκος, ἀλλ’ οὐ τῶν σαρκικῶν τούτων καὶ «εἰς κοιλίαν» χωρούντων, ἀλλὰ τῶν τιμίων καὶ καλῶν μαργαριτῶν, οἵτινες κοσμοῦσι τὸ τῆς ψυχῆς πρόσωπον. οὗτοι δέ εἰσιν ἡ καθαρὰ πίστις καὶ
αἱ λοιπαὶ ἀρεταί.213

67

Jo 2, 18
1 Ἀντὶ τοῦ εἰ ὡς υἱὸς ὢν τοῦ θεοῦ τὰ σαρκικὰ ἐκβάλλεις καὶ τὰ πνευματικὰ εἰσάγεις, πεῖσον ἡμᾶς διὰ σημείου, ὅτι ἐκ θεοῦ ἐπέμφθης.

68

Jo 2, 20
1 Ὁ Ἔσδρας ἱστορεῖ τοὺς χρόνους, ὅτι ἀφ’ οὗπερ ἤρχθη ὁ ναὸς θεμελιοῦσθαι ἕως τῆς τελειώσεως αὐτοῦ διέδραμον τετταράκοντα ἓξ ἐν τῷ μεταξὺ τῶν Ἰουδαίων ἐξ ἐπιβουλῆς τῶν ὁμορούντων αὐτοῖς ἐθνῶν κωλυομένων τῆς οἰκο‐ δομῆς. ὁ δὲ Ἰώσηπός φησιν, ὅτι ἤρξατο ἡ οἰκοδομὴ τῷ πρώτῳ ἔτει Κύρου,
5ὃς ἐβασίλευσεν ἔτη τριάκοντα, μετ’ αὐτὸν Καμβύσης ἔτη ἕξ, οἱ Μάγοι τέτταρα καὶ Δαρεῖος δύο. καὶ τῷ ἐνάτῳ ἔτει Δαρείου ἐτελειώθη ὁ ναός.

69

Jo 2, 23—24
1 Τοῖς τοιούτοις οὐ δεῖ ἐγχειρίζειν βαθέα δόγματα ὡς ἤδη πιστοῖς γενο‐ μένοις· οἱ γὰρ ἀπὸ σημείων πιστεύοντες εὐχερῶς μετατίθενται, ἐάν τινες αὐτοὺς σοφίσωνται, ὅτι οὐκ ὀρθῶς γεγόνασι τὰ σημεῖα.

70

Jo 3, 2
1Ψεκτὸς ὁ Νικόδημος ὁ λεληθότως εἶναι πιστὸς βουλόμενος.214

71

Jo 3, 3
1 Ἐπειδὴ ὡς ψιλῷ ἀνθρώπῳ προσῆλθεν αὐτῷ ὁ Νικόδημος, θέλων αὐτὸν ἑλκύσαι πρὸς ἑαυτὸν τὰ ὑπὲρ ἄνθρωπον αὐτῷ λαλεῖ ὡς ἄνω ὢν ἐν οὐρανοῖς καὶ εἰδὼς τὰ ἐκεῖ πραττόμενα καὶ ἐκεῖθεν εἰς ἀνθρώπους παραγόμενα.

72

Jo 3, 3
1 Ταὐτόν ἐστι βασιλεία θεοῦ καὶ βασιλεία οὐρανῶν, διότι ὁ πιστὸς ἐν οὐρανῷ ἔχει τὴν οἴκησιν καὶ «τὸ πολίτευμα» ἢ ὅτι ὁ τοιοῦτος ὑπὸ θεοῦ δεσπό‐ ζεται τοῦ βασιλεύοντος τῶν οὐρανῶν.

73

Jo 3, 3
1 Ὁ κατὰ τὴν ἄνω τῶν ἀγγέλων ζωὴν 〈ζῶν〉 καὶ τὰ ὑψηλὰ δόγματα διὰ Χριστοῦ μαθὼν ἄνωθεν γεννᾶται. ὁ τὴν δευτέραν τὴν διὰ τοῦ λουτροῦ γέννησιν ὑπομένων οὗτος ἄνωθεν γεννᾶται καὶ ὁ μετέχων πνεύματος ἁγίου. τὸ ἄνωθεν τὴν διὰ τοῦ πνεύματος ἀναγέννησιν σημαίνει καὶ δείκνυσιν, ὅτι ἐκ τῆς οὐσίας
5ἐστὶ τοῦ πατρὸς τὸ πνεῦμα· οὕτω γὰρ καὶ ἑαυτὸν ἄνωθεν ὀνομάσας ἐκ τῆς οὐσίας ὄντα τοῦ πατρὸς σημαίνει.

74

Jo 3, 5
1Τὸ ὕδωρ καθαρίζει τὸ σῶμα καὶ τὸ πνεῦμα τὴν ἀόρατον ἁγιάζει ψυχήν.
τὸ ὕδωρ ἐν τάξει μητρὸς λαμβάνεται, τὸ δὲ πνεῦμα ἐν τάξει τοῦ διαπλάττοντος θεοῦ. τὸ αἰσθητὸν ὕδωρ πρὸς θείαν ἀναστοιχειοῦται δύναμιν καὶ ἁγιάζει τοὺς ἐν οἷς ἀναγεννᾶται. τὸ ὕδωρ ἐπινοίᾳ μόνον διαφορὰν ἔχει πρὸς τὸ πνεῦμα, ἐπεὶ215
5ταὐτόν ἐστι τῇ ἐνεργείᾳ, τὸ ὕδωρ σύμβολόν ἐστι ταφῆς καὶ ἀναστάσεως, διὸ καὶ ἀναγκαίως παραλαμβάνεται. τρεῖς δὲ καταδύσεις γίνονται καὶ τρεῖς ἀνα‐ δύσεις, ἵνα γνῶμεν, ὅτι δυνάμει πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἅπαντα πληροῦται.

75

Jo 3, 6
1 Πνεῦμα ὁ πατὴρ ὡς θεός, πνεῦμα καὶ ὁ υἱὸς ὡς θεός, διὸ τὸ πνεῦμα, ὅ ἐστιν ὁ θεὸς καὶ πατήρ, πνεῦμα τίκτει, ὅ ἐστι τὸν υἱὸν καὶ θεόν. ὁμοούσιος οὖν ὁ Χριστὸς τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιος τῇ μητρὶ κατὰ τὴν σάρκα, εἰ καὶ εἷς ἐξ ἀμφοῖν ὁ Χριστός, ἀτρέπτως καὶ ἀσυγχύτως. κατὰ δὲ τὸν
5κανονικῶς ἐκτεθέντα νῦν παρὰ τοῦ κυρίου λόγον διὰ Χριστοῦ ἀναμορφούμεθα τῆς διανοίας ἡμῶν εἰς πνευματικὴν ποιότητα διαπλαττομένης.

76

Jo 3, 6
1 Εἰ σάρξ ἐστιν ἡ Μαρία ἔμψυχος λογική, καὶ ὁ καρπὸς αὐτῆς ὁμοούσιος αὐτῆς σὰρξ ἔμψυχος λογικὴ καὶ οὐ φάντασμα ἢ ἄλλο τι παρὰ τὴν τεκοῦσαν σάρκα τὴν τοῦ λόγου σάρκα τὴν ψυχὴν ἔχουσαν λογικήν, ἐν ᾗ «κατῴκει πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς».

77

Jo 3, 8
1Τὴν φωνὴν τοῦ ἁγίου πνεύματος ἀκούει τις διὰ τῶν προφητῶν.216

78

Jo 3, 11
1 Τὸ ἡμῶν εἶπεν ὡς ἔχων ἐν ἑαυτῷ φυσικῶς ὁ Χριστὸς τὸν πατέρα καὶ τὸ πνεῦμα.

79

Jo 3, 12
1 Ἐπίγειον καλεῖ τὸ βάπτισμα θεῖον ὂν καὶ πνευματικόν, ἐπειδὴ ἐπὶ γῆς τελεῖται πρὸς ἁγιασμὸν τῶν ἐπὶ γῆς ὄντων ἀνθρώπων. ἐπίγειος καλεῖται ἡ τοῦ λουτροῦ γέννησις πρὸς σύγκρισιν τῆς γεννήσεως τοῦ υἱοῦ τῆς ἐκ τοῦ πατρὸς τῆς οὐσίας γενομένης.

80

Jo 3, 13
1 Ἀπὸ τῆς ἐλάττονος οὐσίας ὅλον ἑαυτὸν ὀνομάζει ὥσπερ ἀπὸ τῆς θεότητος ὅλον ἑαυτὸν καλεῖ.

81

Jo 3, 13
1 Μετὰ τὴν καθ’ ὑπόστασιν ἕνωσιν κοινοποιεῖ τὰ τῆς σαρκὸς καὶ τῆς θεό‐ τητος κατὰ τὰς ἐνεργείας, οὐ κατὰ μεταβολὴν τῶν ἐξ ὧν ὁ Χριστός. ἐνεργείας
δὲ καὶ ἡ κατάβασις καὶ ἡ ἀνάβασις.217

82

Jo 3, 13
1 Οὐκ ἔστιν οὐράνιον τὸ τοῦ κυρίου σῶμα· πάθεσι γὰρ ὑπόκειται. ὡς δὲ εἷς ὢν καὶ μετὰ σαρκὸς λέγεται υἱὸς ἀνθρώπου.

83

Jo 3, 14
1 Ὥσπερ ὁ χαλκοῦς ὄφις οὐκ ἦν τὸ ἰοβόλον θηρίον, ἀλλ’ ὁμοίωμα, οὕτω καὶ ἡ σὰρξ τοῦ κυρίου. σὰρξ μὲν ἦν κατὰ ἀλήθειαν, οὐ μὴν σὰρξ ἁμαρτίας, ἀλλ’ ὁμοίωμα σαρκὸς ἁμαρτίας.

84

Jo 3, 14
1Τὸ ὑψωθῆναι δηλοῖ τὸ ἐμφανῆ καὶ ἐπίσημον γενέσθαι τὸν Χριστόν.

85

Jo 3, 16
1 Ὧδε πάλιν κοινοποιεῖ τὸ πᾶν οὐκ εἰδὸς χωρισμὸν μετὰ τὴν ἕνωσιν· τῆς γὰρ σαρκὸς τυθείσης ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ δοθείσης εἰς θάνατον ὁ υἱὸς λέγεται δεδόσθαι εἰς θάνατον καίπερ ἀπαθὴς μείνας ὡς θεὸς τῆς αὐτοῦ
μόνης πασχούσης τὰ ἴδια σαρκός, ὅτε συνεχώρει καὶ ἤθελεν.218

86

Jo 3, 16
1 Οἱ Ἀρειανοὶ λέγουσιν, ὅτι διὰ τοῦτο καλεῖται ὁ υἱὸς μονογενής, ὅτι μόνος ἐκ θεοῦ γέγονεν. πρὸς οὓς λεκτέον, ὅτι καὶ τὸν ἥλιόν τινες λέγουσι μονογενῆ καθ’ ὃ ἥλιος μόνος ἐστίν, ἀλλ’ οὐκέτι καὶ υἱός ἐστιν.

87

Jo 3, 17
1 Εἰ ἐπὶ τὸ κρῖναι τὸν κόσμον ἐληλύθει ὁ Χριστός, πάντας κατέκρινεν. ἀλλὰ προηγουμένως ἦλθεν ἐπὶ τὸ σῶσαι τὸν κόσμον. κρίνει δὲ κατὰ τὸ συμβεβηκὸς τοὺς ἀποστατήσαντας οὐχ ὡς ὁ Μωυσέως νόμος ἦλθε κατακρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι.

89

Jo 3, 18
1 Σημειωτέον ὅτι καθολικῶς πᾶς ὁ μὴ πιστεύων εἰς τὸν Χριστὸν κατά‐ κριτός ἐστι τῇ κολάσει ἀποδοθησόμενος. οὐκοῦν οὐδὲ ἄγονται οὗτοι εἰς κρίσιν ὡς ἤδη κατακριθέντες. οὕτω καὶ ἐπὶ τοῦ διαβόλου νοητέον, «ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται» οὐ μόνον, ὅτι αὐτὸς οὐκ ἐπίστευσεν, ἀλλὰ καὶ ἐπείρασε
5τὸν κύριον καὶ «εἰς τὸν Ἰούδαν εἰσῆλθεν» ἵνα παραδῷ αὐτὸν εἰς θάνατον.219

91

Jo 3, 22
1 Οὐκ αὐτὸς ἐβάπτιζεν, ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ, ἐπείπερ αὐτὸς ἐν πνεύματι ἐβάπτιζε καὶ οὔπω ἦν καιρὸς τῆς τοῦ πνεύματος δόσεως πρὸ τοῦ πάθους. τὸ εὐαγγελικὸν λοιπὸν παρεδίδου βάπτισμα, ὅπερ πολλὴν εἶχεν διαφορὰν πρὸς τὸ Ἰωάννου· ὁ γὰρ Χριστὸς διὰ τῆς τῶν ἀποστόλων χειρὸς ἐβάπτιζεν
5ὡς σαφῶς ἐν τοῖς ἑξῆς λέγει.

92

Jo 3, 23
1 Οὔτε τὸ Ἰωάννου βάπτισμα οὔτε τὸ τῶν μαθητῶν παρεῖχε τὸ πνεῦμα ἅγιον, ἀλλ’ ἵνα μὴ τὸν καθ’ ἕκαστον περιϊόντες κηρύττωσι τὸν Χριστόν, συνέ‐ στησαν τὸ βάπτισμα, ἵνα τοὺς προστρέχοντας ὄχλους ἀγάγωσι πρὸς τὸν Χριστόν.

93

Jo 3, 23
1 Τὸ «ὕδωρ τοῦ ῥαντισμοῦ» τὸ ἔχον «τὴν σποδὸν τῆς δαμάλεως» καθα‐ ρισμὸν ἐποίει ἀκουσίων ἁμαρτημάτων καὶ τοὺς ἀπὸ ἁφῆς νεκρῶν ἐκάθαιρεν· Ἰωάννου δὲ τὸ βάπτισμα τοῖς γνησίως μετανοοῦσι καὶ τῶν ἑκουσίων παρεῖ‐ χεν ἄφεσιν, τὸ δὲ τοῦ Χριστοῦ πάντων τῶν ἁμαρτημάτων, ἀλλὰ καὶ πνεῦμα ἅγιον
5παρεῖχε καὶ υἱοθεσίας ἀξίαν.220

94

Jo 3, 25
1 Οἰκονομικῶς ζήτησις γέγονεν ἔτι ζῶντος Ἰωάννου, ἵνα διὰ τῆς φωνῆς αὐτοῦ ἡ τῶν βαπτισμάτων διαφορὰ φανῇ.

95

Jo 3, 29
1 Νυμφίος ἐστὶν ὁ Χριστὸς καὶ ἡ ἐκκλησία νύμφη καὶ ὁ νυμφὼν ὁ τόπος τοῦ βαπτίσματος, ἔνθα γίνεται ἡ πνευματικὴ συνάφεια, ἐπειδὴ πάντα φαιδρὰ καὶ χαρᾶς ἀνάμεστα καὶ εὐφροσύνης. τί γὰρ μακαριώτερον τοῦ καθαρισθῆναι ἁμαρτιῶν καὶ κολληθῆναι θεῷ καὶ «κοινωνὸν γενέσθαι θείας φύσεως» διὰ τῆς
5τοῦ ἁγίου πνεύματος μετουσίας· ταῦτα γὰρ ὁ «ἀρραβών», τὰ δὲ τελειότερα ἐν τῷ μέλλοντι, ὅτε πάλιν εἰσελθὼν ὁ νυμφίος εἰσάγει σὺν αὐτῷ τὰς παρθένους ψυχὰς καὶ κλείεται ἡ θύρα τοῦ νυμφῶνος καὶ μόνοι οἱ ὄντες ἔσω τῆς εὐφροσύνης ἀπολαύουσι καὶ οὐκέτι οὐδεὶς εἰσέρχεται ἐκεῖ. ἕως ὅπου οὖν σήμερον ὁ παρὼν αἰών, ἢ ὁ ἰδικὸς ἑκάστου θάνατος ἢ ἡ θύρα τοῦ νυμφῶνος ἀνέῳκται ταῖς βουλο‐
10μέναις ψυχαῖς νυμφευθῆναι Χριστῷ.

96

Jo 3, 29
1 Διὰ τοῦ βαπτίσματος νυμφεύεται ὁ Χριστὸς τὴν ἐκκλησίαν ἀναγεννηθεῖσαν. ἡ δὲ συζυγία αὕτη ἡ πνευματικὴ διὰ τοῦ διδασκαλικοῦ λόγου συνάπτει θεῷ. παρθένος ἐστὶν ἁγνὴ ἡ νύμφη διὰ τὴν τῶν δογμάτων ὀρθότητα, ἡ αὐτὴ καὶ γυνή ἐστι τοῦ Χριστοῦ ὡς ἀγαθὰς γεννῶσα πράξεις οὐκ ἀφ’ ἑαυτῆς, ἀλλὰ διὰ
5τοῦ ἐνσπείροντος ἐν αὐτῇ Χριστοῦ, ἧς οὐδεὶς τῶν γεννητῶν δύναται εἶναι νυμφίος, ἐπείπερ πρωτοτύπως οὐδεὶς αὐτῶν ἐστι δοτὴρ ἀγαθῶν. πᾶσα οὖν
λογικὴ φύσις ἀγγέλων τε καὶ ἀνθρώπων νύμφη ἐστίν.221

97

Jo 3, 30
1 Οὔτε ὁ Χριστὸς αὔξει οὔτε Ἰωάννης ἐλαττοῦται, ἀλλὰ δίκην ἑωσφόρου ὁ Ἰωάννης ὑπὸ τοῦ νοητοῦ ἡλίου σκέπεται.

98

Jo 3, 30
1 Ὁ Χριστὸς ὡς θεὸς ἐπὶ πλεῖον αὔξει φανερούμενος, ἐμὲ δὲ δεῖ μένειν ἐν οἷς εἰμι.

99

Jo 3, 31
1 Εἰπὼν ἐρχόμενος οὐ μετάβασιν σημαίνει τὴν ἀπὸ τῶν ἄνω πρὸς τὰ κάτω, ἀλλ’ ὅτι ἀεὶ μένων ἐν πατρὶ ἄνω συγκαταβάσεως σχέσει ἔρχεται πρὸς τούτους, ὧν ἐπάνω ἐστίν. ὅτε οὖν λέγει ἐρχόμενον, ὡς περὶ θεοῦ λέγει, ὅταν δὲ λέγει ἐλθόντα, ὡς περὶ ἀνθρώπου λαλεῖ, ἐπειδὴ θεός ἐστι καὶ ἄνθρωπος
5δ’ αὐτός. ὁ ὢν ἐκ τῆς ῥίζης τοῦ πατρὸς ἔχει φυσικῶς τὴν τοῦ πατρὸς ὑπεροχὴν ἐπάνω πάντων ὢν τῶν πεποιημένων ὡς θεὸς αὐτῶν καὶ ποιητής.

100

Jo 3, 32
1Ἀνθρωπινώτερον λαλεῖ διὰ τὴν σάρκα· τῇ γὰρ φύσει παντέλειος ὢν πάντα
ἀφ’ ἑαυτοῦ οἶδεν.222

101

Jo 3, 32
1 Οὐχ ὡς μὴ πεισθέντων τινῶν τοῦτο εἶπεν, ἀλλ’ ὡς ἀποθαυμαζόντων τὴν τῶν ἀπιστούντων ἀπόνοιαν.

102

Jo 3, 33
1Τὸ ἐσφράγισεν ἀντὶ τοῦ ἐπληροφορήθη καὶ ἔχει ἀπόδειξιν καὶ σφραγῖδα.

103

Jo 3, 34
1 Ἀπεστάλθαι λέγεται ὁ υἱὸς ἀπὸ τοῦ πατρὸς ἢ διὰ τὴν ἔνσαρκον παρουσίαν ἢ ὅτι ὁ πατὴρ ἔχων ἐν ἑαυτῷ τὸν υἱὸν οὐκ ἔκρυψεν, ἀλλ’ ἐξέλαμψεν αὐτὸν ἐκ τῆς ἰδίας φύσεως ὡς ἐκ φωτὸς «ἀπαύγασμα»· ἐξελήλυθε γὰρ ὁ υἱὸς εἰς ἰδίαν
ὕπαρξιν, εἰ καὶ ἐν αὐτῷ κατὰ φύσιν ἐστίν.223

105

Jo 3, 34
1 Ὡς πηγὴ ὢν τοῦ πνεύματος δίδωσιν αὐτό. τὴν ἐνέργειαν λέγει τοῦ πνεύ‐ ματος, ἣν οἱ ἄνθρωποι μέτρῳ λαμβάνουσιν· αὐτὸς γὰρ ὁλόκληρον ἔχει πᾶσαν. ὅλον ἔχει τὸ πνεῦμα ὁ υἱὸς οὐσιωδῶς οὐ μὴν ἐκ μέρους ὡς κτίσμα. διὸ καὶ αὐτὸς αὐτὸ δίδωσιν, οἱ δὲ ἅγιοι διὰ ἱκεσίας ποιοῦσι τὸν Χριστὸν δι’ αὐτῶν
5ἐπιχορηγῆσαι τὸ πνεῦμα.

106

Jo 3, 35
1 Εἰ καὶ ἀγαπᾷ «τὸν κόσμον» ὁ πατήρ, ἀλλ’ οὐχ ὡς τὸν υἱόν, ὃν ὑπερ‐ βαλλόντως ἀγαπᾷ διὰ τὴν φυσικὴν γέννησιν ὡς ἴδιον λόγον καὶ σοφίαν καὶ ἁγιασμόν.

107

Jo 3, 35
1 Τότε πληροῦται τοῦτο, ὅτε κατὰ τὸν τῆς δευτέρας παρουσίας καιρὸν «πᾶν γόνυ» αὐτῷ κάμπτει ἀποβαλόντων ἣν ἔχουσι κακίαν. χεῖρα ὧδε τὴν δύναμιν καλεῖ, ἣν ἔχει ὁ υἱὸς φυσικῶς καὶ οὐ μεταληπτῶς ὡς τοῦ ἀγαθοῦ παντὸς οὐσιωδῶς ὄντος ἐν πατρὶ καὶ ἐν δυνάμει νοουμένου τοῦ
5υἱοῦ. λαμβάνει δὲ καὶ ὡς ἄνθρωπος ἣν εἶχεν ἐξουσίαν καὶ πρὸ τῆς σαρκώσεως.

108

Jo 3, 36
1Ὀργὴ θεοῦ τὸ ἐν βασάνοις εἶναι διηνεκέσιν, ὅπερ ἐστὶ παντὸς θανάτου
χαλεπώτερον.224

110

Jo 4, 1
1 Εἰ καὶ οἶδε πάντα ὡς θεός, ἀλλὰ καὶ τοῦτο θεοπρεποῦς οἰκονομίας τὸ κατὰ καιρὸν ποιεῖν τι καὶ τότε δοκεῖν μανθάνειν, ὅτε χρεία ἐστίν.

111

Jo 4, 3
1 Ὅσα κατὰ συναίνεσιν τῶν ἡγουμένων ποιοῦσιν οἱ ὑπήκοοι αὐτῶν ὁρώντων καὶ μὴ ἀντιλεγόντων ἢ κωλυόντων, οἱ ἡγούμενοι λέγονται ποιεῖν· πρῶτον γὰρ εἰπὼν ὅτι Ἰησοῦς «ἐβάπτιζεν», ὧδε λέγει, ὅτι αὐτὸς ὁ Ἰησοῦς οὐκ ἐβάπ‐ τιζεν, τὴν τῶν μαθητῶν πρᾶξιν αὐτῷ προσνέμων δυνάμει, εἰ καὶ μὴ ἐνεργείᾳ
5ἐποίει τὸ βάπτισμα. ἁρμόζει δὲ τὰ λεγόμενα περὶ τῶν ἀποστελλομένων κληρικῶν παρὰ ἐπισκόπων εἰς συνόδους ἢ συνοδικὰς ἐπιστολὰς ἢ ἑτεροῖά τινα ἐχόντων. ἐπειδὴ οἱ μαθηταὶ Εὐτυχοῦς οἳ περὶ καρώσεως ἐφωράθησαν μετὰ τὴν ἐν Ἐφέσῳ δευτέραν σύνοδον πάλιν τι διεστραμμένα δόγματα λαλοῦντες Εὐτυχοῦς, εὐλόγως Εὐτυχὴς ἀναθεματίζεται, κἂν αὐτὸς οὐδὲν ἐφάνη τοιοῦτον λαλήσας
10ὡς ἀκούων τῶν αὐτοῦ μαθητῶν λαλούντων τὰ μὴ ὀρθὰ καὶ σιωπῶν· τὰ γὰρ ἐκ τῶν μαθητῶν λαλούμενα ἢ γινόμενα εἰς τὸ τοῦ διδασκάλου πρόσωπον ἀνατρέχει. οὕτως ὁ Ἠλὶ ἐμέμφθη ἀνεχόμενος τῶν ἑαυτοῦ υἱῶν πταιόντων ὡς ἁμαρτήσας.

112

Jo 4, 4
1Ἦλθεν ἐκεῖ, ἵνα πρὸ τοῦ πάθους ὠφελήσῃ τὰ ἔθνη διὰ τοῦ εὐαγγελικοῦ
κηρύγματος.225

113

Jo 4, 4—6
1 Ὅμοροι ἦσαν τῶν Ἰουδαίων οἱ Σαμαρεῖται. διὸ καὶ ἀπὸ τῆς πηγῆς ἔπινον τοῦ Ἰακώβ. Σαμαρεῖται ἐκ γένους ὄντες τοῦ Μήδων καὶ Περσῶν ἔθνους ἐπεφήμιζον ἑαυτοὺς τοῦ Ἰακώβ.

115

Jo 4, 6
1 Ἐπειδὴ «ὁ λόγος» γέγονε «σάρξ», ἀκολούθως κεκοπίακεν ἐκ τῆς συντόνου ὁδοιπορίας τῆς ἐν μεσημβρίᾳ γεγονυίας. μεσημβρία δ’ ἐστὶν ὁ φωτεινὸς τῆς ἐπιφανείας καιρός· εἶχε γὰρ σῶμα ὡς τὸ ἡμῶν καὶ συστὰν ἐξ ὧν καὶ τὰ ἡμῶν δίχα μόνης ἀνδρὸς ὁμιλίας. διὸ οὐ μόνον κόποις, ἀλλὰ καὶ δίψῃ καὶ τρώσεσιν
5ὑπέκειτο, ἐπείπερ εἴασεν τὸ σῶμα μεῖναι ἐν τοῖς φυσικοῖς ὅροις τῆς ἀνθρω‐ πότητος, ἵνα μὴ δόξῃ φάντασμα εἴναι. ὡς εἷς ὢν ὁ Χριστὸς μετὰ τῆς ἰδίας σαρκὸς οἰκειοποιεῖται τὰ τῆς ἀνθρωπότητος πάθη καίπερ μείνας ὡς θεὸς ἀπαθής.

116

Jo 4, 7
1Τὴν Σαμαρεῖτιν αἰτεῖ, τὴν τοῦ νόμου σκιάν, ἵνα δῷ αὐτῇ τὸ «ὕδωρ ζῶν»
ὡς καὶ παρὰ παντὸς αἰτεῖ πίστιν, ἵνα χαρίσηται τὰ ὑπὲρ λόγον. διὰ τούτου διδάσκει καταφρονεῖν τῶν Ἰουδαϊκῶν δεικνύς, ὅτι «τὸ εἰσερχόμενον εἰς τὸ στόμα οὐ κοινοῖ τὸν ἄνθρωπον».226

117

Jo 4, 9
1 Πόθεν ἐνόησεν, ὅτι Ἰουδαῖός ἐστιν; ἢ ἀπὸ τοῦ σχήματος ἢ ἀπὸ τῆς λαλιᾶς ἐνόησεν.

118

Jo 4, 9
1 Τοῦ νόμου εἰρηκότος «ἀκαθάρτου μὴ ἅψησθε» οὐδὲ τῆς σαρκὸς τῶν ἀλλο‐ γενῶν ἐτόλμων ἅψασθαι νομίζοντες ἐκ τούτου μολύνεσθαι.

119

Jo 4, 10
1Ποτὸν ἀθανασίας τὰ τοῦ κυρίου λόγια, ἡ ζωοποιὸς τοῦ πνεύματος δόσις,
δι’ ἧς ἀναζῶσιν οἱ ἄνθρωποι.227

121

Jo 4, 10
1 Δωρεὰ θεοῦ ἡ εἰς ἀνθρώπους ἐπιδημία τοῦ λόγου χάριτι πατρὸς γεγονυῖα, ἥτις ποτίζει ψυχήν.

122

Jo 4, 13
1 Ἡ παλαιὰ γραφὴ δεῖται τῆς εὐαγγελικῆς διδασκαλίας τῆς διαδεχομένης αὐτήν· ἡ γὰρ νέα ἀδιάδοχός ἐστιν ἀεὶ ἐπιρρεούσης τῆς εὐαγγελικῆς παιδεύσεως τῆς ἀναβιβαζούσης εἰς ζωὴν τὸν πίνοντα.

123

Jo 4, 14
1 Ἀρραβών ἐστι τοῦτο τῆς μελλούσης ἀναστάσεως μὴ συγχωρῶν τὸν πεπω‐ κότα αὐτὸ ἐμπεσεῖν εἰς ἁμαρτίαν ἄγουσαν εἰς θάνατον.

124

Jo 4, 16
1 Διὰ γὰρ τοῦτο εἶπεν αὐτῇ· φώνει τὸν ἄνδρα σου, ἵνα ἐλέγξας ψευδο‐ μένην φανερώσῃ αὐτῇ τὴν ἰδίαν θεότητα.

125

Jo 4, 20
1 Λέγουσιν ὅτι ἐν τῷ ὄρει ἐκείνῳ ἀνήνεγκεν ὁ Ἀβραὰμ τὸν Ἰσαάκ, ὅπερ ὑπέδειξεν ἡ Σαμαρεῖτις τῷ κυρίῳ. ὡς προφήτην οὖν ἐρωτᾷ, ποῦ δεῖ προσ‐
κυνεῖν.228

126

Jo 4, 20
1 Οὐκ ὄντος ἐν Ἱεροσολύμοις μόνον τοῦ θεοῦ, ἀλλ’ ἵνα ἅμα ἐκεῖ συνα‐ γόμενοι συμφώνως ποιῶσι τὰς νενομισμένας ἑορτὰς καὶ θυσίας.

127

Jo 4, 21
1 Ὥραν δὲ τὴν ἑαυτοῦ ἐπιδημίαν καλεῖ, ἐπείπερ πνεῦμα ὢν ὁ θεὸς οὐ τόπῳ περιορίζεται. ἁρμοδίως δὲ ἕκαστος προσκυνεῖ ἐκ τοῦ τόπου αὐτοῦ· τὸ γὰρ ἐν τόπῳ προσκυνεῖν ὕβρεως μᾶλλόν ἐστιν.

128

Jo 4, 22
1 Τὸ ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστὶν εἶπεν διὰ τὸ ἐξ αὐτῶν σε‐ σαρκῶσθαι ἢ ὅτι ἐξ ἐκείνων ἤρξατο 〈ὁ κόσμοσ〉 εἰδέναι τὸν ἕνα θεὸν ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν.

129

Jo 4, 22
1 Ὡς ἐν συγκρίσει τότε παρὰ Ἰουδαίοις ὁ τῆς ἀληθείας ἐπολιτεύετο λόγος. πρὸς οὖν τὴν ὑπόνοιαν τῆς γυναικὸς εἶπεν τὸ ἡμεῖς προσκυνοῦμεν· τῶν γὰρ προσκυνουμένων ἐστὶν ὡς θεός, εἰ καὶ ὡς ἄνθρωπος οἰκονομικῶς εἶπεν
τὸ προσκυνοῦμεν.229

130

Jo 4, 23
1 Οἱ ἀληθεῖς προσκυνηταὶ ἐν παντὶ τόπῳ προσάγουσι τῷ θεῷ τὰς πνευματικὰς θυσίας, ὅ ἐστιν ἀρετὴ καὶ θεοσέβεια.

131

Jo 4, 23
1 Οὐκοῦν καὶ ὁ νόμος διὰ τὸ εὐαγγέλιον γέγονε καὶ ἡ συγκατάβασις τῆς σκιᾶς συνεχωρήθη διὰ τὴν μέλλουσαν ἀλήθειαν.

132

Jo 4, 23
1 Τὸ ἐν πνεύματι καὶ ἀληθεί· πνεῦμα λέγει τὸ νοητὸν τοῦ ἀνθρώπου, ὅπερ σχέσει καὶ διαθέσει ἐνώπιον τοῦ θεοῦ γινόμενον προσκυνεῖ τὸν θεὸν ὡς καὶ οἱ ἄγγελοι, τῆς ἐν τόπῳ προσκυνήσεως οὐκ οὔσης ἐν πνεύματι καὶ ἀληθεί.

133

Jo 4, 24
1 Πνεῦμα καλεῖται ὁ θεὸς οὐχ ὡς ἄνεμος, ἀλλ’ ὡς ἀσώματος καὶ ζωο‐ ποιὸς οὐσία· ὥσπερ γὰρ εἰσπνεόμενοι τὸν ἀέρα ζῶμεν, οὕτω καὶ τοῦ θεοῦ διδόντος τὸ παρεκτικὸν τῆς ζωῆς ζῶμεν. πνεῦμά ἐστιν ὁ θεὸς ὡς πρὸς τὴν ἀσώματον φύσιν.

134

Jo 4, 25
1Ἀπὸ συνέσεως τοῦτο εἶπεν· οὐδὲ γὰρ ᾔδει τὸν Χριστὸν Σαμαρεῖτις οὖσα.230

135

Jo 4, 26
1 Ὅπερ οὐκ εἶπεν Ἰουδαίοις ἐγώ εἰμι ἐρωτῶσι μετὰ δόλου, τοῦτο εἶπε τῇ γυναικὶ ἁπλουστέρᾳ οὔσῃ καὶ οὐδὲ ἀπὸ Μωυσέως εἶπε τι αὐτῇ συνιστῶν τὰ περὶ αὐτοῦ ἀπείρῳ οὔσῃ γραφῆς, ἀλλ’ ἐκ μόνης τῆς συνειδήσεως αὐτῆς μετέπεισεν αὐτήν.

136

Jo 4, 27
1 Οὐδεὶς μέντοι εἶπεν· ᾔδεισαν γάρ, ὅτι πάντα ποιεῖ μετὰ κεκριμένης συνέσεως καὶ εὐλαβείας.

137

Jo 4, 27
1 Ἐθαύμαζον, ὅτι μετὰ ἀλλοφύλου ἐλάλει καὶ πενιχρᾶς Σαμαρείτιδος, ἐθαύμαζον δὲ καὶ τὸ ἄτυφον αὐτοῦ.

138

Jo 4, 28
1Τῶν ἄγαν ἐστὶν ἀτόπων μὴ δημοσιεύειν τὰ κοινωφελῆ.231

141

Jo 4, 34
1 Ὡς διδασκάλους τῆς οἰκουμένης διδάσκει τοὺς μαθητὰς προτιμᾶν τῆς οἱασδηποτοῦν βρώσεως τὸ θέλημα τοῦ θεοῦ. ὡς ἐπιθυμεῖ τις τροφῆς, οὕτω κἀγὼ τῆς σωτηρίας τῶν ἀνθρώπων.

142

Jo 4, 35
1 Ὁ πνευματικὸς θερισμός, ὅ ἐστιν ἡ θεοσεβὴς ἐργασία, τὴν μὲν ἀπόθεσιν καὶ τὸν ἀποθησαυρισμὸν ἐν οὐρανοῖς ἔχει, ἐν δὲ τῷ μέλλοντι αἰῶνι ἀπόλαυσιν ἀτελεύτητον· οὗτος γάρ ἐστιν ὁ καιρὸς τῆς ἀνταποδόσεως.

143

Jo 4, 37
1σπείρων ἐστὶν ὁ Χριστὸς τὰ σωτηριώδη δόγματα κἂν διὰ προφητῶν εἰπών, θερισταὶ δὲ οἱ ἀπόστολοι.

144

Jo 4, 37
1Οἱ προφῆταί εἰσιν οἱ σπείροντες, εἰ καὶ πολὺν ἔσχον κόπον ὡς πρῶτοι
τὰ τῆς εὐσεβείας σπέρματα ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς καταβαλλόμενοι· οἱ γὰρ μαθηταὶ οὐ τοσοῦτον ἔσχον κάματον ἀπὸ τῶν γραφῶν πείθοντες τοὺς ἀνθρώπους.232

145

Jo 4, 38
1 Ὡς ἐμοῦ ὄντος τοῦ σπόρου κἂν διὰ προφητῶν ἐλαλήθη πέμπω ὑμᾶς θερίσαι. οἱ μαθηταὶ καὶ τοὺς Ἕλληνας τῶν γηίνων καὶ τοὺς Ἰουδαίους τῶν σαρκικῶν τοῦ νόμου λατρειῶν ἀποτέμνουσι καὶ εἰς τὴν ἅλω ἀποτίθενται, ὅ ἐστι τὴν ἐκκλησίαν, ὅπου στάχυς τριβόμενος γίνεται σῖτος ὁ ζωοποιῶν τοὺς πιστούς.

146

Jo 4, 40
1 Σαμαρεῖται αἰτοῦσι τὸν Χριστὸν μεῖναι πρὸς αὐτούς, οἵτινές εἰσιν ἀλλογενεῖς, καὶ οἱ συγγενεῖς αὐτοῦ τὸ κατὰ σάρκα Ἰουδαῖοι ἐδίωκον αὐτὸν ὅτι «ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ»

147

Jo 4, 42
1Τὸ οὗτός ἐστιν ὁ σωτὴρ ἀντὶ τοῦ ὁ Χριστὸς ὡς πᾶσαν μέλλων σώζειν
τὴν οἰκουμένην διηνεκῶς εἶπεν τοῦτο.233

148

Jo 4, 43
1 Οὐχ ὡς τιμῆς ἀντιποιούμενος ἐξῆλθεν, ἀλλὰ τῶν πολιτῶν φειδόμενος· ὅτι γὰρ ἑώρων αὐτόν, ἐθυμοῦντο. ὃς ἐν τιμῇ ὢν τῇ θείᾳ ἐσαρκώθη καὶ τὸν ἀτιμότατον ὑπέστη θάνατον διὰ τὴν ἡμῶν σωτηρίαν.

149

Jo 4, 44
1 Ὧδε ἑαυτὸν καλεῖ τὸν προφήτην τὸν ὑπὸ Μωυσέως προανακηρυχθέντα, ὃς καὶ προφήτης οἰκονομικῶς ἐκλήθη αὐτὸς ὢν ὁ τοῦ πνεύματος χορηγὸς ὡς θεός, δι’ οὗ προφῆται ἐπροφήτευον.

150

Jo 4, 48
1 Σημεῖον τέρατος διαφέρει· τέρας γάρ ἐστι τὸ παρὰ φύσιν γενόμενον, οἷον τὸ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν καὶ ἐγεῖραι νεκρούς, σημεῖον δὲ τὸ οὐκ ἔξω τῆς φύσεως ὂν οἷον τὸ ἰάσασθαι ἄρρωστον καὶ τὰ ὅμοια.

151

Jo 4, 50
1 Πρὸ μιᾶς ἐπίστευσεν, ἐν δὲ τῇ ἑξῆς καὶ ἔργῳ ἤκουσεν, ὅτι γέγονεν ὃ ἐπίστευσεν ἔσεσθαι· πολλὰ γὰρ ἰσχύει πίστις συνεργὸν καὶ τελειωτὴν
ἔχουσα τὸν θεόν.234

152

Jo 5, 2
1 Προβατικὴ ἐκαλεῖτο, ὅτι ἐκεῖ συνήγετο τὰ πρόβατα τὰ μέλλοντα σφά‐ ζεσθαι εἰς τὴν ἑορτὴν καὶ τὰ ἔγκατα αὐτῶν ἐπλύνοντο ἐκεῖ.

154

Jo 5, 3
1 Ὧδε προδιεγράφετο τὸ τοῦ βαπτίσματος μυστήριον, ἐν ᾧ πᾶν εἶδος ἁμαρ‐ τημάτων ἐθεραπεύετο.

155

Jo 5, 4
1 Ἄγγελος κατιὼν ἐν τῷ ὕδατι καὶ ταράσσων αὐτὸ ἰατικὴν ἐνετίθει αὐτοῖς δύναμιν. ἄδηλον δὲ ἐν ποίᾳ ἡμέρᾳ καὶ ὥρᾳ κατῄει ὁ ἄγγελος. φαμὲν ἐν τῇ πεντηκοστῇ. τύπος δ’ ἦν τοῦτο τῆς νομικῆς λατρείας τῆς δι’ ἀγγέλων ἑνὶ ἔθνει μόνῳ δοθείσης καὶ ἐν ἑνὶ μόνῳ καιρῷ, ἐν τῷ τέλει τῆς ἑορτῆς, ὅ ἐστιν ἐπ’ ἐσχάτου
5καιρῶν προβαινούσης τῆς ἰάσεως καὶ οὐ χωρούσης εἰς τὸ ἑξῆς.235

157

Jo 5, 6
1 Οὐχ ὡς ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ διανιστῶν αὐτὸν εἰς ἐπιθυμίαν τοῦ θερα‐ πευθῆναι.

160

Jo 5, 17
1Ἐμοῦ μόνου, φησίν, πατήρ ἐστι καὶ οὐκ ἄλλου· δι’ ὧν οὖν συγκρατεῖ
τὴν κτίσιν, ἥλιον, οὐρανοὺς καὶ αὔξειν ποιεῖ τὰ σώματα, ἐργάζεται.236

161

Jo 5, 18
1 Ὁ ἴσος τῷ πατρὶ διὰ τοῦτο μάλιστα λέγεται υἱὸς ὡς ὁμοούσιος. διὸ καταγέλαστοι οἱ ἄνομοι Ἀρειανοὶ οἱ μὴ λέγοντες ἴσον τὸν υἱὸν τῷ πατρί.

163

Jo 5, 21
1 Νεκροὶ οἵ ποτε ἄπιστοι καὶ διὰ τῆς εἰς Χριστὸν πίστεως καλούμενοι εἰς ζωήν.

164

Jo 5, 21
1Εἰ καὶ τὰ ἄλλα ζῷα τὰ λογικὰ ἔλαβον ζωήν, ἀλλ’ οὐ δύνανται καὶ ζωοποιεῖν.

165

Jo 5, 24
1 Οἱ οὖν εἰς κρίσιν μὴ ἐρχόμενοι ἢ εἰς τὸ πῦρ τῆς γεέννης πέμπονται ὡς ἄθεοι καὶ ἀσεβεῖς ἢ εἰς τὴν ἀπόλαυσιν τῶν ἀνεκφράστων ἀγαθῶν, ὅ ἐστιν
ἡ ὄντως ζωή· τοῦτο γάρ ἐστι τὸ μεταβῆναι ἐκ τοῦ θανάτου πρὸς τὴν ζωὴν ἐλευθερωθέντες τῆς γεέννης καὶ τῆς ἀπολαύσεως τῶν θείων θείων ἀξιωθέντες237
5τιμῶν· οἱ γὰρ μέσως ζήσαντες ἵστανται «ἐκ δεξιῶν» καὶ «ἐξ εὐωνύμων».

166

Jo 5, 24
1 Πρὸ τοῦ πάθους καὶ τῆς ἀναστάσεως καὶ δίχα τοῦ βαπτισθῆναι ἐσώζοντο οἱ τοῦ Χριστοῦ τὸν λόγον δεχόμενοι καὶ πιστεύοντες, ὅτι υἱὸς ἦν τοῦ πατρός.

167

Jo 5, 27—28
1 Οὕτως αὐτὸ στικτέον καὶ οὐχ ὥς τισι δοκεῖ, οἳ μετὰ τὸ ἐπαγαγεῖν τὸ καὶ ἐξουσίαν ἔδωκε καὶ κρίσιν ποιεῖν ἐπάγουσι τὸ ὅτι υἱὸς ἀνθρώπου ἐστίν. οὐ καλῶς· οὐ γὰρ διὰ τοῦτο κριτής ἐστιν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν, ἀλλ’ ὅτι υἱὸς θεοῦ ἐστιν. διὰ τοῦτό ἐστι καὶ κριτής. τὸ δὲ μὴ θαυμάζετέ
5φησιν, ἐπειδὴ ἐδόκει τοῖς ὁρῶσιν ψιλὸν ἄνθρωπον αὐτὸν εἶναι, τὰ δὲ λεγόμενα μείζονα ἢ κατὰ ἄνθρωπον ἦν καὶ θεοῦ μόνου ταῦτα ποιεῖν. οὐκ εἶπεν δέ, ὅτι υἱὸς θεοῦ ἐστιν, ἀλλ’ ὅτι υἱὸς ἀνθρώπου ἐστίν· τοῦτο γὰρ ἀνωτέρω εἴρηκεν, ἵνα καὶ ἄνθρωπον αὐτὸν νοήσωσι καὶ θεόν. ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν.
10 οὐ γὰρ μόνον, ὅτι θεός ἐστιν, κρίνει, ἀλλὰ καὶ ὡς ἄνθρωπος γεγονὼς καὶ πειρασθεὶς πασῶν τῶν ἡμετέρων 〈νόσων〉, χωρὶς ἁμαρτίας καὶ ὡς συμπαθὼν «ταῖς» ἡμετέραις «ἀσθενείαις» καὶ τὰ λοιπὰ συγγινώσκων. ἤτοι τοῦτό φησιν· ἐὰν ἀναστήσω τὸν Λάζαρον, μὴ ἀπὸ τούτου θαυμάσητέ μου τὴν δύναμιν· μέλλω γὰρ ἀνιστᾶν πάντας τοὺς νεκρούς· τὸ γὰρ πάντες οἱ ἐν τοῖς μνημείοις
15ἴσον σημαίνει τῷ πάντες οἱ τεθνηκότες. ἐπεὶ οὖν τὰ σώματα ὑπὸ θηρίων ἢ πυρὸς ἢ ἄλλως πως δεδαπάνηνται, οὐ τίθενται ἐν μνημείοις, ἀλλ’ ἀνίστανται· ἐπειδὴ γὰρ πάντων ἀνθρώπων ἀνάστασις ἔσται, ἀριθμηθή‐
σονται καὶ οὗτοι εἰς τοὺς ἐν τοῖς μνήμασιν· οἱ γὰρ πράττοντες τὰ ἀγαθὰ καὶ φαῦλα, οὐ τὰ σώματα τὰ ἐν τοῖς μνημείοις ἐστίν. ὥστε οὐδὲν κωλύει παρα‐238
20δέξασθαι καὶ τὰ σώματα πυρὶ ἢ ἄλλως ἀναλωθέντα, οὕτω παραδέξασθαι.

168

Jo 5, 28
1 Ὡς ὑμεῖς οἱ Ἰουδαῖοι διὰ τὸ οἰκεῖον θέλημα πάντα παρανόμως διδάσκοντες καὶ ποιοῦντες.

169

Jo 5, 28—29
1 Δι’ ἀμφοτέρων οὖν τοῦ τε φόβου καὶ τῆς τιμῆς προτρέπεται εἰς σωτηρίαν τὸν ἄνθρωπον.

170

Jo 5, 28—29
1Ὥστε οὐκ ἀρκεῖ ἡ πίστις μόνη σῶσαι, εἰ μὴ καὶ ἔργα τις ἔχει ἀγαθά.

171

Jo 5, 30
1 Συγκαταβάσει πάλιν κέχρηται διὰ τοὺς ἀπίστους. ἀντὶ τοῦ οὐδὲν γίνεται παρ’ ἐμοῦ ὧν οὐ θέλει ὁ πατήρ, ἐπειδὴ οὐκ ἔστιν ἐν τῇ τριάδι ἄλλο καὶ ἄλλο θέλημα, ἀλλ’ ἕν, ἀσθένειαν ὁ λόγος σχηματίζεται. ἔχει δὲ οὐχ οὕτω κατ’ ἀλή‐ θειαν, ἐπείπερ ἴσος ἐστὶ τῷ πατρί, εἰ καὶ ὡς ἄνθρωπος «ὑπὸ νόμον» γεγονὼς
5λαλεῖ.239

172

Jo 5, 30
1 Οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ὡς ὑμεῖς οἱ Ἰουδαῖοι διὰ τὸ οἰκεῖον θέλημα πάντα παρανόμως διδάσκοντες καὶ ποιοῦντες.

173

Jo 5, 32—34
1 Εἰπὼν ὅτι ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμο, καὶ οἶδα ὅτι ἀλη‐ θής ἐστιν ἡ μαρτυρία αὐτοῦ, ἵνα δείξῃ, ὅτι περὶ Ἰωάννου τοῦτό φησιν ἐπήγαγεν· ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκεν τῇ ἀληθεί. εἶτα ἐκ τοῦ περιόντος αὐτοὺς ἐπιστομίζων ἔτι πρὸς τὴν ὑπόνοιαν
5αὐτῶν διαλεγόμενος μελλόντων λέγειν· εἰ παρὰ ἀνθρώπου μαρτυρίαν οὐ λαμβάνεις, τί τὴν Ἰωάννου μαρτυρίαν εἰς μέσον ἄγεις, ἔδειξεν, ὅτι οὐδὲ ἡ Ἰωάννου μαρτυρία ἀνθρώπου μαρτυρία ἦν, ἀλλὰ τοῦ θεοῦ. παρὰ γὰρ ἐκείνου μαθὼν ἔλεγεν ἅπερ ἔλεγεν. διὸ ἐπήγαγεν· ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω.

174

Jo 5, 33
1 Ἀνύποπτός ἐστιν ἡ μαρτυρία Ἰωάννου· οὐ γὰρ αὐτόκλητος προσέδραμεν τῇ μαρτυρίᾳ. μεμαρτύρηκεν τῇ ἀληθεί, τοῦτ’ ἔστιν ἐμοὶ τῷ Χριστῷ, ὅς ἐστιν ἀλήθεια.

175

Jo 5, 35
1Λύχνος ἐστὶν ὁ Ἰωάννης πρὸς τὴν τοῦ Χριστοῦ πολιτείαν, ὅς ἐστιν ἥλιος
φαίνει μὲν ὁ Ἰωάννης, καλύπτεται δὲ τῇ ὑπερβολῇ τῆς δόξης τοῦ φωτὸς τοῦ ἡλιακοῦ· οὕτω γὰρ καὶ ὁ ἥλιος καὶ ἡ σελήνη ἐν τῇ παλιγγενεσίᾳ φαίνουσι μέν, ὑπὸ δὲ τῆς δόξης τοῦ φωτὸς τῶν ἁγίων τοσοῦτον κατακρατούμενοι ὡς δοκεῖν240
5μηδὲ ὅλως λάμπειν. λύχνον δὲ εἶπεν τὸν Ἰωάννην ὡς οὐκ οἴκοθεν ἔχοντα τὸ φῶς, ἀλλ’ ἀπὸ τῆς τοῦ πνεύματος χάριτος καὶ ὅτι ἡλίου ἀνατείλαντος περιττὴ ἡ τοῦ λύχνου χρεία.

176

Jo 5, 36
1 Τὴν τοῦ πατρὸς εὐδοκίαν καὶ σύνεσιν δόσιν λέγει ἢ τοῦτό φησι διὰ τὸ τῆς ἀνθρωπότητος σχῆμα.

177

Jo 5, 37—38
1 Οὔτε τοῖς προφήταις οὔτε τῇ ἄνωθεν ἐνεχθείσῃ φωνῇ οὔτε τῇ τῶν πραγμά‐ των θαυματουργίᾳ ἐπιστεύσατε· ἁπλουστέρας γάρ ἐστι γνώσεως τὸ λέγειν, ὅτι τινὲς ἑωράκασιν θεόν. οὗτοί εἰσιν οἱ μήτε εἶδος τοῦ πατρὸς ἑωρακότες μήτε φωνὴν αὐτοῦ ἀκηκοότες οἱ μὴ πιστεύσαντες τῷ Χριστῷ, ὅς ἐστι λόγος τοῦ
5πατρὸς καὶ τὸ ἀληθὲς αὐτοῦ εἶδος.

178

Jo 5, 40
1Εἰ καὶ θέλει ὁ Χριστὸς πεισθῆναι τῇ αὐτοῦ διδασκαλίᾳ τοὺς Ἰουδαίους,
ἀλλ’ οὐ βιάζεται τὸ αὐτεξούσιον.241

179

Jo 5, 41—42
1 Ὡς ἀπροσδεὴς ἐξ ἐμαυτοῦ ἔχω πληρεστάτην τὴν δόξαν καὶ τὴν τῶν ἀνθρώπων οὐ θέλω, ἀλλ’ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς.

180

Jo 5, 42
1 Τὸ δὲ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε εἶπεν δεικνὺς ὅτι οὐ δι’ ἀγάπην τοῦ θεοῦ αὐτὸν ἐδίωκον, κἂν οὕτως ἐκεῖνοι προ‐ εφασίζοντο.

181

Jo 5, 43
1 Εἰ καὶ οἶδεν, ὅτι οὐ πείθονται καὶ δέχονται αὐτόν, ἀλλ’ ὡς θεὸς τὸ ἑαυτοῦ ποιεῖ ἐλέγχων καὶ νουθετῶν αὐτούς.

182

Jo 5, 43
1Ὁ ἀντίχριστος τὴν τοῦ βίου δόξαν ἐπαγγέλλεται καὶ διὰ τοῦτο ἐκείνῳ
πιστεύετε.242

183

Jo 5, 45
1 Ἔγγραφος κεῖται καθ’ ὑμῶν κατηγορία τὰ Μωυσαϊκά, ὃς ἀπιστούμενος ἐξ ὑμῶν κατηγορήσει ὑμῶν.

184

Jo 6, 1
1 Τῆς λίμνης φησὶ πέραν· ἔθος γὰρ τῇ γραφῇ «τὰ τῶν ὑδάτων συστήματα» «θαλάσσας» καλεῖν.

185

Jo 6, 3
1 Καὶ γὰρ ὅτι ἐβούλετο μυστικόν τι τοῖς μαθηταῖς παραδοῦναι εἰς τὸ ὄρος ἀνῄει.

186

Jo 6, 6
1Πειράζει καὶ ὁ θεὸς πρὸς πίστιν τὸν ἀκροατὴν ἐκκαλούμενον, ἵνα δῷ
αὐτῷ μισθὸν ὑπὲρ τῆς πίστεως.243

187 col 1

Jo 6, 8—9
1 Ἵνα μὴ δόξωσιν, ὅτι διὰ οἰκείαν χρείαν ὁ Ἀνδρέας ἀποκρύπτει, ταῦτα εἶπεν, ὅτι ἔτι παιδάριον ἔχει πέντε ἄρτους κριθῆς καὶ δύο ἰχθύας.

187 col 2

Ἵνα μὴ δόξῃ διά τινα οἰκείαν χρείαν ἀποκρύπτειν ἃ εἶχεν εἶπεν τοῦτο.

189

Jo 6, 10
1 Μόνους τοὺς ἄνδρας ἀριθμεῖ κατὰ τὴν τοῦ νόμου συνήθειαν τοὺς μηδὲν νηπιῶδες ἔχοντας ἢ θηλυκόν, ἀλλὰ νεανικοῦ φρονήματος, οὓς καὶ τρέφει διὰ τοῦ στηρίζοντος καρδίαν ἄρτου καὶ ἐπιτέρψεως ἀναπλησθῆναι ποιεῖ.

190

Jo 6, 11
1 Διὰ τοῦτο εὐχαριστεῖ, ἵνα μὴ δόξῃ ἀντίθεος εἶναι καὶ ἵνα διδάξῃ ἡμᾶς ἐν τῷ ἐσθίειν εὐχαριστεῖν, πλὴν καὶ ὡς ἄνθρωπος εὐχαριστεῖ, ἵνα λάθῃ ἕως
τοῦ πάθους τὸν ἄρχοντα τοῦ νῦν αἰῶνος.244

191

Jo 6, 13
1 Τρέφει τοὺς πιστοὺς ὁ Χριστὸς διὰ τῶν πέντε ἄρτων τῶν κριθίνων, ὅπερ νοεῖται ἡ παχυτέρα τῆς πεντατεύχου διδασκαλία καὶ διὰ τῶν δύο ἰχθύων, ὅπερ ἐστὶν ἡ ἀποστολικὴ διδαχὴ τοῦ εὐαγγελικοῦ καὶ ἀποστολικοῦ κηρύγματος.

192

Jo 6, 13
1 Διδάσκει διὰ τοῦ σημείου θαρρεῖν αὐτῷ καὶ μὴ ἀθυμεῖν ἐν στενοχωρίᾳ ἤτοι μὴ δειλιᾶν πρὸς φιλοξενίαν, ἀλλὰ πρὸς τὸ ἀγαθὸν εὐτόλμους εἶναι.

193

Jo 6, 27
1 Οὐ κωλύει τὸ ἐργάζεσθαι, ἀλλὰ τὸ μεριμνᾶν καὶ φροντίζειν τῆς αὔριον, ἵνα τὴν αἵρεσιν προαναξηράνῃ τῶν Μεσσαλιανῶν καὶ Μανιχαίων τῶν μὴ ἐργο‐ χείρῳ χρωμένων τινί.

194

Jo 6, 27
1 Τὴν νοητὴν καὶ λογικὴν καὶ πνευματικὴν μένουσαν βρῶσιν λέγει· αὕτη γὰρ συμβάλλεται εἰς τὸ ἀπολαῦσαι ἡμᾶς τῶν μελλόντων ἀγαθῶν, ἣν ἡ εἰς
Χριστὸν πίστις προξενεῖ.245

195

Jo 6, 27
1 Τὴν μυστικὴν μετάληψιν λέγει ἣν ὁ υἱὸς ἰὼν δέδωκε τὴν ἁγιάζουσαν ψυχὴν καὶ σῶμα συναναπλέξας τῷ θεοπρεπεῖ τὸ ἀνθρώπινον.

196

Jo 6, 27
1 Τοῦτον ἐσφράγισεν, ὅ ἐστιν ἔχρισεν ἁγίῳ πνεύματι τὴν σάρκα τοῦ κυρίου τὴν ἀνθρωπίνην, οὐ τὴν θεότητα· πάντα γὰρ σχεδὸν τὰ τῆς οἰκονομίας ὀνόματα περὶ τὴν σάρκα εἴληπται. τοῦτο εἶπεν ἢ ὅτι μεμόρφωται φυσικῶς πρὸς τὸν πατέρα ἤτοι ἔχρισεν· κατασφραγίζονται γὰρ οἱ χριόμενοι. ἤτοι
5ἐσφράγισεν, ἐβεβαίωσεν ἤτοι ἀναντιρρήτως ἐξεκάλυψεν ὁ πατὴρ τὸν υἱὸν διὰ τῆς ἰδίας μαρτυρίας· ἐκμαγεῖον γάρ ἐστι καὶ σφραγὶς ὁ υἱὸς τῆς τοῦ πατρὸς οὐσίας ὁρώμενος ἀπαραλλάκτως ὡς ὁ πατήρ.

197

Jo 6, 29
1 Εἰ καὶ ᾔδει ἐκείνους μηδὲν ὠφεληθησομένους, ἀλλὰ διὰ τὸ κοινωφελὲς τῆς διδαχῆς ἀπεκρίνατο.

198

Jo 6, 29
1Οὐχ ὁ ταῖς σκιαῖς δουλεύων τοῦ νόμου ποιεῖ τὸ τοῦ θεοῦ θέλημα, ἀλλ’ ὁ
εἰς τὸν Χριστὸν πιστεύων.246

200

Jo 6, 32
1 Οὐχ ὡς ψεύδους οὔσης τῆς τοῦ μάννα τροφῆς εἶπεν τοῦτο, ἀλλ’ ὅτι ἐκεῖνο τύπος ἦν, οὐκ αὐτὸ ἡ ἀλήθεια. ὁ Χριστός ἐστι τὸ μάννα ὁ φύσει ζωὴ ὢν καὶ τὰ πάντα ζωογονῶν, ὅ ἐστιν ἄρτος ὡς τρέφων ψυχὴν καὶ σῶμα.

201

Jo 6, 32
1 Ὧδε πάλιν τὸν ἄρτον, ὅ ἐστιν ἡ σάρξ, λέγει ἐξ οὐρανοῦ, οὐχ ὅτι ἐξ οὐρανοῦ ἦν, ἀλλ’ ὅτι ἡνώθη τῷ ἐξ οὐρανοῦ κατεληλυθότι λόγῳ καὶ μετὰ τὴν ἕνωσιν ἀδιαφοροῦσιν οἱ ἅγιοι ὡς ἐπὶ ἑνὸς προσώπου καὶ μιᾶς ὑποστάσεως, εἰ καὶ τὴν διαφορὰν ἐπίστανται καὶ μετὰ τὴν ἕνωσιν σαρκός, ψυχῆς καὶ θεότητος.

202

Jo 6, 33
1 Ἀπαλλάσσει γὰρ ἁμαρτίας καὶ ποιεῖ φίλους θεῷ καὶ «θείας φύσεως» κοι‐ νωνοὺς καὶ τῆς γεέννης ἐλευθεροῖ καὶ τῆς βασιλείας ἀξιοῖ τοὺς ἀξίους καὶ ὡς δεῖ τῆς τοῦ θεοῦ λόγου σαρκὸς μετασχόντας· ὅλα γὰρ ταῦτα ζωή ἐστι τῆς
ἀθανάτου ψυχῆς καὶ τροφή.247

204

Jo 6, 35
1 Ἄρτος ἐστὶ ζωῆς οὐχ ὡς σωματικὸν λιμὸν παραμυθούμενος, ἀλλ’ ὅλον ἐξ ὅλου τὸ ζῷον εἰς ζωὴν ἀναπλάττων, δι’ ὧν τῶν λόγων αὐτοῦ ἐμφορούμεθα τῶν πνευματικῶν, ὅ ἐστι ζωή.

205

Jo 6, 35
1 Ὕδωρ καὶ ποτὸν ὧδε λέγει ἢ τὸν διὰ τοῦ πνεύματος ἁγιασμὸν ἢ αὐτὸ τὸ ἅγιον πνεῦμα.

206

Jo 6, 37
1 Τὸ δὲ πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει. οὐ τὸ τυχὸν πρᾶγμα ἡ πίστις ἡ εἰς αὐτόν, ἀλλὰ τῆς ἄνωθεν δεῖται ῥοπῆς καὶ ψυχῆς τινος γενναίας καὶ θεόφρονος καὶ εὐγνώμονος δεχομένης πίστιν, τὴν τοῦ πατρὸς ἀποκάλυψιν. τὸ δὲ οὐ μὴ ἐκβάλλω ἔξω τοῦτό ἐστιν· οὐ μὴ ἀπολέσω, ἀλλὰ σώσω καὶ
5ἐπιμελείας ἀπολαῦσαι παρασκευάσω πολλῆς.248

207

Jo 6, 37
1 Οὐκ ἔστιν, φησίν, τὸ τυχὸν ἡ εἰς ἐμὲ πίστις, ἀλλὰ τῆς ἄνωθεν δεῖται ῥοπῆς, ἵνα γνῷ τὰ ὑπὲρ νοῦν, εἰ καὶ ζητεῖται καὶ ἡ ἡμῶν σπουδή. ὥσπερ ἰατρῷ προσάγει ὁ πατὴρ τῷ Χριστῷ τοὺς ἀσθενεῖς ἀνθρώπους, οἰκονομικῶς δὲ ὡς ἄνθρωπος τῷ πατρὶ τὰ θεοπρεπῆ ἀνατίθησιν, ἐπεὶ ἰσχύει ὡς θεὸς ὁ Χριστὸς
5ἑαυτῷ προσαγαγεῖν.

208

Jo 6, 38
1 Οὐκοῦν οὐ ψιλὸς ἄνθρωπος ὁ Ἰησοῦς, ἀλλὰ θεὸς σαρκωθείς, οὐ μετὰ τὴν ἀνάστασιν θεοποιηθείς· προλαμβάνει γὰρ ἡ κατάβασις τὴν ἄνοδον.

209

Jo 6, 38
1 Οὐκ ἴδιον θέλημα ἔχων παρὰ τοῦ πατρὸς ἦλθον· πάντα γὰρ τὰ ἐμὰ τοῦ πατρός ἐστι καὶ τὰ τοῦ πατρὸς ἐμὰ καὶ οὐκ ἄλλο τι πράξων ἦλθον εἰ μὴ ὅπερ καὶ ὁ πατὴρ βούλεται.

210

Jo 6, 39
1Πάντες μὲν οἱ ἄνθρωποι ἀνίστανται, μόνοι δὲ οἱ πιστοὶ ἀξιοῦνται τῶν
ἀγαθῶν.249

211

Jo 6, 39
1 Ζωοποιεῖ ὁ υἱὸς τοὺς πιστοὺς τοῖς φύσει φθαρτοῖς ἀνθρώποις τὴν ζωοποιὸν τοῦ πνεύματος ἐντιθεὶς δύναμιν καὶ ὅλους αὐτοὺς μεταπλάττων εἰς ἀθανασίαν.

212

Jo 6, 42
1 Διὰ τὴν κατὰ σάρκα μητέρα αὐτοῦ ἀδύνατον ἐνόμιζον ἐξ οὐρανοῦ αὐτὸν καταβεβηκέναι ἢ εἰς τὸ φαινόμενον ὁρῶντες οὐ τὴν ἀόρατον αὐτοῦ φύσιν ἐννο‐ οῦντες ἐσκανδαλίζοντο.

213

Jo 6, 44
1 Εἰ ὁ πατὴρ ἄγει, ὁ δὲ θεὸς ἐγείρει, μέγα τὸ τῶν πιστῶν ἀξίωμα. τοῦτο ποιεῖ ὡς φύσει θεὸς ὤν.

214

Jo 6, 44
1 Τοὺς κατὰ προαίρεσιν ἀγαθοὺς ἕλκει ὁ πατήρ, τοὺς δὲ μοχθηροὺς ἐᾷ. οὐ τὸ ἐφ’ ἡμῖν αὐτεξούσιον ἀναιρεῖ ὁ λόγος, ἀλλὰ δείκνυσι βοηθείας δεομένους· ἕλκεται γὰρ οὐκ ἄκων, ἀλλὰ πολλῆς ἀπολαύων συμμαχίας. θεοδίδακτόν ἐστιν
ἀγαθὸν τὸ περὶ Χριστοῦ μυστήριον.250

215

Jo 6, 44—45
1 Εἰ καὶ διὰ τῆς τῶν προφητῶν διδασκαλίας εἷλκεν ὁ πατήρ, ἀλλὰ πολλὴ ἡ διαφορά· οἱ μὲν γὰρ πρῶτοι ἐδιδάσκοντο διὰ τῶν προφητῶν, οἱ δὲ πιστοὶ διὰ τοῦ υἱοῦ ἢ τοῦ ἁγίου πνεύματος. διδακτοὶ δὲ θεοῦ πάντες ἀντὶ τοῦ οἱ πλείονες ἤτοι πάντας τοὺς βουλομένους διδάσκει ὁ θεός.

216

Jo 6, 45
1 Τὸ ἀκοῦσαι κοινόν, τὸ δὲ μαθεῖν μόνων τῶν ἐπιδιδόντων ἑαυτοὺς τῇ χάριτι.

217

Jo 6, 46
1 Ὁ μόνος ἀόρατος μόνῳ τῷ ἀοράτῳ τὴν φύσιν φαίνεται. μόνος ὁρᾷ ὁ υἱὸς τὸν πατέρα ὡς ἔξω ὑπάρχων πάντων καὶ μόνος ὢν ἐκ τῆς οὐσίας τοῦ πατρός.

218

Jo 6, 50
1 Ὡς ζωὴν αἰώνιον διδοὺς τοῖς πιστοῖς ἢ ὡς διακρατῶν ἡμῶν τὴν ζωὴν καὶ τὴν νῦν καὶ τὴν μέλλουσαν.

219

Jo 6, 50
1Κἂν γὰρ γεύσηταί τις θανάτου, οὐ μένει οὕτω διὰ τὴν ἐλπίδα τῆς ἀνα‐
στάσεως.251

220

Jo 6, 50
1Ἄρτον καλεῖ τὴν ἑαυτοῦ σάρκα διὰ τὸ ἐσθίεσθαι αὐτὴν ἐν τοῖς μυστικοῖς.

221

Jo 6, 52
1 Ὡς παρὰ φύσιν ὄντος τοῦ πράγματος ἀπιστοῦσιν, ὡς ψυχικοὶ οὐ νοοῦσι τὸ πνευματικὸν τοῦ κυρίου σῶμα.

222

Jo 6, 52
1Οὐ σαρκοφαγεῖν λέγει, ἀλλὰ τὸ μετασχεῖν τῶν μυστικῶν.

223

Jo 6, 53
1 Ἀμέτοχοι ἔσεσθε τῆς αἰωνίου ζωῆς οἱ μὴ διὰ τῆς μεταλήψεως τῶν μυστι‐ κῶν παραδεξάμενοι τὸν Ἰησοῦν τὸν ὄντα ζωὴν κατὰ φύσιν.

224

Jo 6, 53
1Ταῦτα λέγει δεικνύς, ὅτι οὐκ ἦν ψιλοῦ ἀνθρώπου ἡ σάρξ, ἀλλὰ τοῦ υἱοῦ
πεπληρωμένη πάσης τῆς θεότητος ὡς ἑνὸς τῆς τριάδος.252

225

Jo 6, 56
1 Ὥσπερ αἱ αἰσθηταὶ τροφαὶ ἡμῖν ἀνακιρνάμεναι συνιστῶσι τὸ σῶμα, οὕτω καὶ ἡ μυστικὴ μετάληψις ὥσπερ τινὰ φυσικὴν συνάφειαν ποιεῖ τὸν πιστὸν μετὰ τοῦ Χριστοῦ ἀνακιρνῶσα.

226

Jo 6, 57
1 Φύσει ζωή ἐστιν ὁ υἱὸς οὐ παρ’ ἑτέρου λαβὼν τὸ ζῆν· τοῦτο γὰρ ζῷον καλεῖται. οὔτε οὖν τὸ τοῦ ζῴου ὄνομα τάττεται ἐπὶ θεοῦ οὔτε τὸ τῆς ζωῆς ἐπὶ τῆς κτίσεως.

227

Jo 6, 58
1 Ὁ πιστεύων, ὅτι ἐξ οὐρανοῦ δίδοται ὁ ἄρτος, πιστεύει, ὅτι καὶ ζωὴν αἰώνιον δίδωσιν. οὐκοῦν οἱ τὸ μάννα φαγόντες οὐκ ἔφαγον τὸν ἐξ οὐρανοῦ
ἄρτον, ἐξ ὧν ἀπέθανον.253

229

Jo 6, 59
1 Τίνος ἕνεκεν ταῦτα εἶπεν ἐν συναγωγ; ἵνα διδάξῃ τὸν ὄχλον τὰ δόγματα καὶ ὅτι οὐκ ἦν ἀντίθεος.

230

Jo 6, 60
1 Τὸ σκληρός ἐστιν ὁ λόγος εἶπεν ὁ εὐαγγελιστής, ἐπειδὴ ἀνθρωπινώ‐ τερον ἤκουον τῶν τοῦ κυρίου ῥημάτων.

231

Jo 6, 60
1Μὴ νοοῦντες τὰ λεγόμενα οὐδὲ ἐρωτῆσαι καὶ μαθεῖν ἠνείχοντο.

232

Jo 6, 62
1 Ὁ σαρκωθεὶς θεὸς αὐτός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου. οὐ μὴν αὐτὸ τὸ σῶμα καλεῖται υἱὸς ἀνθρώπου ὡς κακῶς δογματίζων Μάρκελλός φησιν λέγων ἑαυτὸν ἐξ οὐρανοῦ καταβεβηκέναι. διδάσκει, ὅτι θεὸς ἦν καὶ ἐν σαρκὶ ὡρᾶτο
καὶ ὅτι ἡ σὰρξ αὐτοῦ ζωοποιός ἐστιν.254

233

Jo 6, 63
1 Ἀντὶ τοῦ πνευματικά ἐστιν. οὐκ ἔχουσιν ἀκολουθίαν φυσικήν, ἀλλ’ ἔξω ἐστὶ τῆς τοιαύτης ἀνάγκης. πνεῦμα ὧδε καλεῖ τὴν σάρκα πεπληρωμένην τῆς ζωοποιοῦ τοῦ πνεύματος ἐνεργείας· μένει γὰρ ἡ σὰρξ σάρξ.

234

Jo 6, 64
1Εἰ καὶ ὡς θεὸς ᾔδει, ὅτι ἔμελλον ἀπιστεῖν, ἀλλ’ ὅμως λέγει τὰ κοινωφελῆ.

235

Jo 6, 66
1Πολλοὶ τῶν μαθητῶν αὐτο, οὐ τοὺς δώδεκα λέγει.

236

Jo 6, 70—71
1 Εἰδὼς τὸ ἐσόμενον ὁ Ἰησοῦς ὡς θεὸς ποιεῖ τὸ ἀγαθὸν καὶ δωρεῖται τὰ ἀξιάγαστα, πλὴν οὐκ ἀνατρέπει ἡμῶν τὸ αὐτεξούσιον· αὐτὸς γὰρ τὸ ἑαυτοῦ ποιεῖ, ἐν ἡμῖν δέ ἐστιν τὸ φυλάξαι. ὅθεν οὐ τὸν θεὸν δεῖ αἰτιᾶσθαι ἐφ’ οἷς εὐεργετεῖ, ἀλλὰ τοὺς ἑκοντὶ ἀπολέσαντας τὰ χαρίσματα, οἷος ἦν ὁ Ἀδάμ, ἡ
5Εὔα, ὁ Ἰούδας καὶ ὅσοι τοιούτῳ τρόπῳ. εἰ καὶ ἐγὼ ὑμᾶς ἐξελεξάμην, ἀλλ’ αὐθαίρετον ἐν ἀνθρώποις τὰ τῆς ἀρετῆς καὶ κακίας. διάβολον καλεῖ τὸν κολ‐
λώμενον τῷ διαβόλῳ καὶ ἐξομοιούμενον αὐτῷ καὶ τὰ ἀρεστὰ αὐτῷ ποιοῦντα.255

237

Jo 6, 71
1 Ὡς ἀποθαυμάζων εἶπεν ὁ εὐαγγελιστὴς εἷς ἐκ τῶν δώδεκα, ὅτι το‐ σοῦτον ὁ διάβολος πολεμεῖ ὡς δυνηθῆναι ἕνα τῶν δώδεκα ἀφαρπάσαι τῶν ἐγειράντων νεκροὺς καὶ δαίμονας διωξάντων καὶ τῆς ζωοποιοῦ καὶ πνευματικῆς τοῦ κυρίου διδασκαλίας ἀπολαυσάντων.

238

Jo 7, 1
1 Δείκνυσι τὰ τῆς ἀνθρωπότητος φεύγων τοὺς Ἰουδαίους καὶ ἐλέγχων Μαρκίωνα καὶ Παῦλον τοὺς εἰρηκότας, ὅτι οὐ γέγονε τοῦ θεοῦ ὁ υἱὸς ἄνθρωπος κατὰ ἀλήθειαν.

239

Jo 7, 3—4
1 Οἱ ἀδελφοὶ αὐτοῦ ἐδόκουν ψέγειν αὐτὸν ὡς δειλὸν καὶ ὡς κρυφῇ ποι‐ οῦντα τὰ σημεῖα, θέλοντα δὲ ὡς φιλόδοξον ἐν παρρησίᾳ εἶναι.

240 col 1

Jo 7, 7
1 Ἐνταῦθα κόσμον λέγει τοὺς φρονοῦντας ἀνθρώπους τὰ τοῦ κόσμου.

240 col 2

Κόσμον λέγει τοὺς φρο‐
νοῦντας τὰ ἐν κόσμῳ.256

241

Jo 7, 8
1 Ὑμεῖς ἀπερισκέπτως ποιεῖτε, ὃ βούλεσθε, ἐγὼ δὲ οὐ διὰ τὸ οἰκονομεῖν ἕκαστα πρὸς τὸ συμφέρον. μένω τὸ πάθος, ἵνα ἀναστὰς πᾶσι κατάδηλον ποιήσω τὴν ἐμαυτοῦ δύναμιν.

242

Jo 7, 8—10
1 Οὐκ ἦν ἴσον ἐν ἀρχῇ τῆς ἑορτῆς ἀναμεῖναι ζεόντων τῷ θυμῷ τῶν Ἰου‐ δαίων· μετὰ ταῦτα οὖν μελλούσης τῆς ἑορτῆς λύεσθαι ἀναβαίνει οὐκ ἐναντία πεποιηκὼς ὧν εἶπεν· οὐ γὰρ ἀνέβη ἑορτάσων, ἀλλὰ συμβουλεύσων. διὸ καὶ λάθρᾳ ἀνέβη, οὐ μετὰ ἱλαρότητος ᾗ κέχρηνται οἱ πανηγυρίζοντες. καὶ ἐν τῇ
5παλαιᾷ δὲ εἰπὼν τῷ Μωυσῇ οὐ συναναβήσομαι ὑμῖν ὕστερον παρακαλοῦντι Μωυσῇ ὑπέσχετο συμπορεύεσθαι αὐτοῖς.

244

Jo 7, 15
1Ἐκ τῆς ἀπορίας ἔδει αὐτοὺς γνῶναι, ὅτι θεός ἐστιν.257

245

Jo 7, 16
1 Διὰ τὴν ἄκραν ἐξομοίωσιν τὴν ἑαυτοῦ διδαχὴν τοῦ πατρὸς λέγει ἢ ὅτι αὐτός ἐστιν ἡ τοῦ πατρὸς «σοφία», δι’ ἧς πάντα λαλεῖ ὁ πατὴρ ἢ καὶ ὡς ἄν‐ θρωπος οἰκονομικῶς ἀνατίθησι τῷ πατρὶ τὴν διδασκαλίαν διὰ τὸ ἄπιστον τῶν Ἰουδαίων. ἀπεστάλθαι δὲ αὐτὸν λέγει διὰ τὴν σάρκα ἢ ὡς λόγον ἐκ τοῦ νοῦ
5ἤγουν ἐκ τοῦ πατρὸς ἢ ὡς ἐξ ἡλίου «ἀπαύγασμα».

246

Jo 7, 18
1 Ἀντὶ τοῦ ἰδιαζόντως καὶ ἀποκεκομμένως· οὐ γὰρ ἂν ἄλλως λαλῶ εἰ μὴ κατὰ θέλησιν τοῦ πατρός.

247

Jo 7, 18
1 Τὸ καθ’ ἑαυτὸν δι’ οἰκονομίαν σιωπῶν διὰ τὸ εὐσκανδάλιστον τῶν Ἰου‐ δαίων καὶ διὰ τὸ ἀνεπίληπτον τὴν τοῦ πατρὸς διαγγέλλει δόξαν. τοῦτον τὸν συλλογισμὸν πλέκει, ἵνα γνῶσιν, ὅτι οὐ δόξης ἐφίεται.

248

Jo 7, 19
1 Κύριος ὢν Μωυσέως καὶ τοῦ νόμου διὰ τὸ ἀσθενὲς τῶν Ἰουδαίων οἱονεὶ ἀπαλλοτριοῖ ἑαυτὸν τοῦ νόμου Μωυσέως αὐτὸν καλῶν· οὐ γὰρ ἠδύναντο ἀκοῦσαι,
ὅτι φύσει θεὸς ἦν οὔτε τὸ βαθὺ τῆς οἰκονομίας μυστήριον.258

249

Jo 7, 23
1 Τί ταράττεσθε; οὐ γὰρ τὸ ὑγιάσαι τὸν παράλυτον ἐποίει λύσιν τοῦ σαββά‐ του, ἀλλὰ τὸ μὴ θεραπεῦσαι. ὅτε, φησίν, σημεῖον λαμβάνει ἄνθρωπος ὀδύνην ἐμποιοῦν οὐδεὶς ἀγανακτεῖ λυομένου τοῦ νόμου, ὧδε δὲ ὅλου ἀνθρώπου ὑγιασθέντος δυσχεραίνετε ὡς παρανομίας γενομένης.

252

Jo 7, 24
1Εἰ τοῖς ἐν σαββάτῳ περιτέμνουσιν ἢ θυσιάζουσιν ἢ πολεμοῦσιν οὐ μέμ‐
φεσθε, μηδὲ ἐμοί· τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ προσωπολημψία.259

253

Jo 7, 25
1 Ἐλέγχει ὁ ὄχλος τοὺς Ἰουδαίους θέλοντας αὐτὸν ἀποκτεῖναι καὶ ἀρνου‐ μένους μέν, ψευδομένους δέ, τὸν δὲ Χριστὸν ἀληθεύοντα περὶ αὐτοῦ.

254

Jo 7, 26—27
1 Καλῶς λέγετε, ὅτι ὅταν ἔλθῃ ὁ Χριστός, αὐτὸν οὐδεὶς γινώσκει πόθεν ἐστίν· ὁ γὰρ ἀληθινὸς θεός, ἐξ οὗ εἰμι, φησίν, ἠγνόηται ὑμῖν καὶ οὐδὲν ἀπεικός, εἰ ἀγνοεῖτέ με, ὅτι ἐγώ εἰμι ὁ Χριστός, οὐκ εἰδότες τὸν ἐξ οὗ εἰμι.

255

Jo 7, 26—27
1 Ἐκεῖνοι μὲν περὶ τῶν Ἱεροσολυμιτῶν ἔλεγον τὸ μήποτε ἔγνωσαν, ὅτι αὐτός ἐστιν ὁ Χριστός, αὐτοὶ δὲ τὸ ἐναντίον δοξάζοντες ἔλεγον· τοῦτον οἴδαμεν, ὅτι ἐκ γῆς ἐστι καὶ «υἱός» ἐστι «τοῦ τέκτονος», τὸν δὲ Χριστόν, φασίν, οὐκ οἴδαμεν.

256

Jo 7, 29
1Ἐμοὶ μόνῳ θεατός ἐστιν, ἐπείπερ θεός εἰμι κατὰ φύσιν καὶ οὐ τῆς γεν‐
νητῆς φύσεως, οἵτινες ἐννοίαις μόνον κατὰ τὸ δυνατὸν γινώσκουσι τὸν πατέρα. ὁ δὲ υἱὸς αὐτοῦ ὅλον ἐν ἑαυτῷ θεωρεῖ τὸν γεννήσαντα καὶ τὴν τοῦ τεκόντος οὐσίαν ἐν τῇ οἰκείᾳ φύσει ζωγραφεῖ καὶ οὕτως οἶδεν αὐτὸν ὡς οὐκ ἔστιν εἰπεῖν·260
5ἀνέκφραστα γὰρ τὰ περὶ θεοῦ.

257

Jo 7, 30
1 Διὰ τούτου μανθάνομεν, ὅτι ἑκὼν ἔπαθε καὶ οὐκ ἐκ πλεονεξίας Ἰουδαϊκῆς συλληφθείς. ὥραν δὲ λέγει τὴν εὔκαιρον τῶν πραγμάτων ἔκβασιν.

258

Jo 7, 32
1 Δι’ ὧν ἐγόγγυζον φαίνονται ἀποδεχόμενοι τὸν Χριστὸν καὶ θέλοντες ἀπὸ τῶν ἡγουμένων ἀποσχίσαι. ὅπερ αἰσθανόμενοι οἱ ἡγούμενοι ἔπεμψαν συλλα‐ βέσθαι αὐτὸν διὰ τοῦτο μόνον, ὅτι ἐπιστεύετο εἶναι ὁ Χριστός, ἵνα αὐτὸν ἀνέλωσιν.

259

Jo 7, 37
1Ὅτε πάντες συνέτρεχον καὶ ἔμελλον ἀναχωρεῖν οἴκοι, τότε διδάσκει, ἵνα
σχῶσιν ἐφόδιον τοὺς αὐτοῦ λόγους.261

260

Jo 7, 37
1 Οὐδένα βίᾳ ἐφέλκομαι, ἀλλὰ τὸν ἔχοντα προθυμίαν πολλήν. διὰ δὲ τοῦτο οὕτως εἶπεν ὅπως διδάξῃ, ὅτι ὀφείλουσιν οἱ τῇ πίστει προστρέχοντες τὸν τῶν διψώντων ἔρωτα ἔχειν, οἵτινες ὅταν πίωσιν ἀναπαύονται.

261

Jo 7, 37
1 Ἐπειδὴ ὁ νόμος κλητὴν ἁγίαν καλεῖ τὴν ἑβδόμην, ἔθει παλαιῷ καὶ ὁ εὐαγγελιστὴς ἀκολουθήσας μεγάλην αὐτὴν εἶπε.

262

Jo 7, 38
1 Οἱ πιστοὶ ἀμοιβὴν τῆς πίστεως λήψονται τὰ ἄφθονα ἀγαθὰ καὶ τοσαύτην ἕξουσιν ἐκ τοῦ ἁγίου πνεύματος δωρεὰν ὡς μὴ μόνον αὐτοὺς εὐφραίνεσθαι, ἀλλὰ καὶ ἑτέροις μεταδιδόναι τῆς τοῦ πνεύματος χάριτος ὡς μηκέτι μηδὲ ἐκεί‐ νους διψᾶν τῆς ἀληθείας τὴν γνῶσιν.

263

Jo 7, 39
1Οὐκ ἐπὶ τὴν ὑπόστασιν ἀναφέρει τὸν λόγον, ἀλλ’ ἐπὶ τὴν τοῦ πνεύματος
ἐνέργειαν, ἥτις γέγονε μετὰ τὴν τοῦ Χριστοῦ ἀνάστασιν.262

264

Jo 7, 41—42
1 Καλῶς μὲν ἔλεγον, ὅτι δεῖ ἐκ σπέρματος Δαβὶδ εἶναι τὸν Χριστὸν καὶ ἀπὸ Βηθλέεμ. πλανῶνται δὲ διὰ τὴν Ναζαρέθ, ἐν ᾗ ἦν ἀνατεθραμμένος καίπερ γεννηθέντος αὐτοῦ ἐν Βηθλέεμ ἐκ τῆς παρθένου τῆς ἐκ Δαβίδ.

265

Jo 8, 12
1 Δείκνυσιν, ὅτι αὐτός ἐστι περὶ οὗ προανεφώνησεν «ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν» καὶ οὐχ εἷς τῶν προφητῶν, ἀλλὰ δεσπότης.

266

Jo 8, 12
1 Ἑαυτὸν εἶπε τὸ φῶς, οὐ μήν, ὅτι ἐν ἐμοί ἐστι τὸ φῶς, ἵνα μή τις εἰς δυάδα υἱῶν διατέμνῃ τὸν ἕνα Χριστόν· εἷς γάρ ἐστιν ὁ Χριστὸς υἱὸς καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκὸς καὶ εἷς καὶ μόνος κατὰ ἀλήθειαν υἱὸς ὁ ἐκ θεοῦ καὶ πατρὸς καὶ ὅτε γέγονεν ἄνθρωπος οὐκ ἐν μέρει τιθεμένης τῆς ἀνθρώπου
5φύσεως· αὐτοῦ γὰρ ἴδιον τὸ σῶμα καὶ τὸ διατέμνειν τὸν Χριστὸν μετὰ τὴν
σάρκωσιν εἰς δύο υἱοὺς ἢ εἰς δύο φύσεις (ταὐτὸν γάρ) ἐστὶν βλάσφημον.263

267

Jo 8, 14
1 Εἰ ᾔδεισαν, ὅτι θεοῦ ἦν υἱὸς καὶ ἀπ’ οὐρανοῦ κατῆλθεν, οὐκ ἂν διὰ τὸ βλεπόμενον σῶμα ἐσκανδαλίζοντο. θεός εἰμι, φησίν, καὶ ἀξιοπίστως ἐμαυτῷ μαρτυρῶ, ὑμεῖς δὲ διὰ τοῦτό με οὐκ οἴδατε, ἐπειδὴ οὐδὲν θέλετε 〈πλὴν〉 τοῦ φαινομένου νοεῖν. οὐκ εἶπε δέ, ὅτι θεός εἰμι, ἀλλὰ πόθεν ἔρχομαι, ταπεινὰ
5μιγνὺς τῷ ὑψηλῷ. ὑμεῖς δ, φησίν, οὐκ οἴδατε πόθεν ἔρχομαι καὶ ποῦ ὑπάγω· ἐθελοκάκουν γὰρ καὶ προσεποιοῦντο μὴ εἰδέναι.

268

Jo 8, 15
1 Πρὸς τὸ φαινόμενον σῶμά μου ἀφορῶντες ἐσφαλμένως τὰ κατ’ ἐμὲ κρί‐ νετε.

269

Jo 8, 15
1 Οὐ γὰρ ἐπὶ τούτοις ἦλθον, ἐπείπερ οὐκ ἔστι καιρὸς κρίσεως· εἰ γὰρ ἤθελον κρῖναι, ὑμεῖς τῶν καταδεδικασμένων ἐστέ. «οὐκ ἦλθον» νῦν εἰς τὸ κρῖναι «τὸν κόσμον», ἀλλ’ εἰς τὸ σῶσαι.

270

Jo 8, 16
1Πρὸς τὴν ὑπόνοιαν τῶν ἀκουόντων λέγει τοῦτο, τοῦτ’ ἔστιν ἡ ἐμὴ κρίσις
τοῦ πατρός ἐστιν καὶ οὐκ ἄλλως ἐγὼ παρὰ τὸν πατέρα κρίνω ἢ ὁ πατὴρ παρὰ τὸν υἱόν. οὐχ ὡς ἀσθενῶν περὶ τοῦ κρῖναι τοῦτο εἶπεν, ἀλλ’ ὅτι σὺν τῷ υἱῷ ὁ πατὴρ μέλλει κρῖναι τοὺς ἀπιστοῦντας τῷ ἀπεσταλμένῳ ἐξ αὐτοῦ.264

271

Jo 8, 17—18
1 Οὐ μόνον τοῦτο θέλει δεῖξαι, ὅτι δύο εἰσὶν αὐτὸς καὶ ὁ πατήρ, ἀλλ’ ὅτι καὶ τῆς αὐτῆς οὐσίας. εἰ ἓν ἦν πρόσωπον πατρὸς καὶ υἱοῦ κατὰ Σαβέλλιον, ἔδοξεν ἂν καθ’ ἑαυτοῦ προαγαγεῖν τὴν τοῦ νόμου μαρτυρίαν.

272

Jo 8, 17—19
1 Οὐχ ἁπλῶς τοῦτο ἐκλάβοιμεν ὡς ἐπ’ ἀνθρώπων εἰρῆσθαι· οὐ γὰρ ἐπειδὴ δύο εἰσίν, διὰ τοῦτό ἐστιν ἡ μαρτυρία ἀληθής· οὐδὲ γὰρ δύο εἰσίν, ὅταν ὁ εἷς ἑαυτὸν μαρτυρῇ, ἀλλὰ τοῦτό φησιν δι’ οὐδὲν ἕτερον, ἀλλ’ ἵνα δείξῃ ἑαυτὸν ὁμοούσιον τῷ πατρὶ καὶ δι’ ἑαυτοῦ δείξῃ πάλιν οὐ δεόμενον ἄλλης μαρτυρίας
5καὶ ἵνα μὴ νομίσῃ τις, ὅτι ἀριθμοῦ ἕνεκεν παρείληπται, δείκνυσι τὴν ἐξουσίαν· εἰπὼν γὰρ δύο ἀνθρώπων ἡ μαρτυρία ἐστὶν ἀληθὴς ἐπήγαγεν· ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ ὅπερ εἰμὶ τοῦτο λέγειν οὐ παραιτή‐ σομαι· μαρτυρῶ γὰρ ὅτι «φῶς εἰμι τοῦ κόσμου». εἰ δὲ ἀξιόχρεως εἶναι οὐ δοκῶ, ἐπείπερ εἰμὶ μόνος καὶ ἑαυτῷ μεμαρτύρηκα, παραλήψομαι συμψηφιούμενον τοῖς
10ἐμοῖς λόγοις τὸν πατέρα τοῖς πράγμασιν· συνθαυματουργεῖ γάρ, ὡς ὁρᾶτε, καὶ συνεργάζεται. τοῦτο δὲ μὴ συνιέντες οἱ τάλανες περὶ τοῦ κατὰ σάρκα νομι‐ σθέντος πατρὸς εἰρῆσθαι ταῦτα ὑπέλαβον. διὸ ληροῦντες ἔλεγον· ποῦ ἐστιν ὁ πατήρ σου ἤτοι ὡς μὴ εἰδότι τὸν πατέρα ὡς ἐκ μοιχείας ὄντι διαλοιδορού‐ μενοι ἔλεγον τὸ ποῦ ἐστιν ὁ πατήρ σου.

273

Jo 8, 19
1Τὸν Ἰωσὴφ οἰόμενοι αὐτοῦ εἶναι πατέρα τοῦτο εἶπον ἢ ὀνειδίζουσιν
αὐτῷ ὡς ἐκ παρθένου τεχθέντι καὶ οὐκ εἰδότι τὸν ἴδιον πατέρα.265

274

Jo 8, 19
1 Εἰ ἄνθρωπον ὑποπτεύετε εἶναι τὸν πατέρα μου, οὐκοῦν οὐδὲ ἐμὲ οἴδατε. ἀλλ’ ἐπείπερ οἱ φιλομαθεῖς διὰ τῆς τοῦ Ἰησοῦ γνώσεως νοοῦσι τὸν πατέρα, ὁ πατὴρ ἐν υἱῷ ὡς ἐν εἰκόνι ἰδίᾳ χαρακτηρίζεται. οὐκοῦν ἴσος ὁ υἱὸς τῷ πατρί. λέγων, ὅτι ἀγνοεῖτε τὸν πατέρα μου καὶ ἐμ, διδάσκει, ὅτι
5οὔτε τοῦ Ἰωσὴφ ἦν, οὗ ᾔδεσαν, οὔτε τὸν περὶ σαρκώσεως αὐτοῦ ᾐτήσαντο λόγον.

275

Jo 8, 20
1 Ὥστε οὖν τότε αὐτὸν ἐχειρώσαντο, ὅτε αὐτὸς συνεχώρησεν. ἐν τῷ ἱερῷ οὖν ἐδίδασκεν ὡς διδάσκαλος, ὅπερ πολὺ αὐτοὺς ἔδακνεν. καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἦν καιρὸς καθ’ ὃν ἤθελεν παθεῖν.

276

Jo 8, 21
1 Ἔξω τῶν τῆς βασιλείας ἀγαθῶν διαμενεῖτε οὐ δυνάμενοι εἰς οὐρανοὺς ἀναβῆναι, ἐπείπερ τὸν ἄνωθεν ἐλθόντα οὐ προσεδέξασθε.

277

Jo 8, 23
1Κόσμον ὧδε τὰς σαρκικὰς ἐννοίας φησίν, λέγων δὲ ἑαυτὸν μὴ εἶναι ἐκ
τοῦ κόσμου,266

278

Jo 8, 24
1 Ὁ μὴ πιστεύων ἀνάγκῃ ἀπέρχεται ἔχων «τὸν παλαιὸν ἄνθρωπον», ὃν ἐὰν μὴ θανατώσῃ διὰ τῆς πίστεως, ἐναποθανεῖται ἐν αὐτῷ καὶ ἀπέρχεται δώσων εὐθύνας τῶν προτέρων ἁμαρτημάτων.

279

Jo 8, 28
1Κἂν λύω τὸ σάββατον, οὐκ ἀπαρέσκει τῷ πατρί.

280 col 1

Jo 8, 28
1 Ἀπὸ τῶν σημείων τῶν μελλόν‐ των γίνεσθαι ἐν τῷ καιρῷ τοῦ πάθους γνώσεσθε, ὅτι ἐγώ εἰμι ὁ Χριστός.

280 col 2

Ἀπὸ τῶν σημείων τῶν γεγονό‐ των ἐν τῷ καιρῷ τοῦ πάθους, ἔγνωσαν ἄν, ὅτι αὐτὸς ἦν ὁ Χριστός.

281

Jo 8, 28
1 Ὅταν ἀνέλητέ με καὶ δόξητε ἀπαλλάσσεσθαί μου, τότε γνώσεσθε, ὅτι υἱὸς θεοῦ εἰμι ἀπὸ τῶν σημείων, ἀπὸ τῆς ἀναστάσεως, ἀπὸ τῆς ἁλώσεως ὑμῶν.

282

Jo 8, 28—29
1Διὰ τὸ ἀσθενὲς τῶν ἀκροατῶν οὕτω λαλεῖ, τοῦτ’ ἔστιν οὐκ εἰμὶ ἐναντίος
τῷ πατρὶ διὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον. ἐπειδὴ ὁμοούσιός εἰμι τῷ πατρί, οὐδὲν ποιῶ, ὧν οὐ ποιεῖ ὁ πατήρ· κἀκεῖνος γὰρ ἐν σαββάτῳ ἐργάζεται ὡς ἐγὼ καὶ ἃ λαλεῖ, λαλῶ καὶ μάτην με ὡς ἀντίθεον διαβάλλετε. ἵνα μὴ διὰ τοῦ267
5εἰπεῖν ὁ πέμψας με ἐλάττωσιν ἐννοήσωσιν, λέγει· μετ’ ἐμοῦ ἐστιν, ἀμφό‐ τερα λέγων διὰ τὴν θεότητα καὶ τὴν οἰκονομίαν τῆς σαρκώσεως.

283

Jo 8, 32
1 Αἱ θυσίαι καὶ οἱ ῥαντισμοὶ οὐδέποτε ἠλευθέρουν ἁμαρτίας, οἱ δὲ τὴν ἐν πνεύματι λατρείαν ἐπιτελοῦντες διὰ τῆς εἰς Χριστὸν πίστεως ἐλευθεροῦνται μηκέτι ἐν δούλοις, ἀλλ’ ἐν υἱοῖς καταταττόμενοι.

284

Jo 8, 34
1 Ἑκάστη ἁμαρτία αἰχμάλωτον ὥσπερ λαβοῦσα τὴν ψυχὴν δούλην αὐτὴν τοῦ πάθους ποιεῖ.

285

Jo 8, 35
1 Ὁ μὴ μένων εἰς τὸν αἰῶνα καὶ ὡσαύτως ἔχων ἀεὶ δοῦλός ἐστι τῇ φύσει καὶ οὔτε ἑαυτὸν οὔτε ἄλλον ἐλευθερῶσαι δύναται· πάντα γὰρ δοῦλα τοῦ κτίσαντος· μένει δὲ εἰς τὸν αἰῶνα ὡσαύτως ἔχων ὁ υἱὸς ὡς φύσει θεός.

286

Jo 8, 36
1 Ὧδε τὴν κάθαρσιν τῆς ἁμαρτίας αἰνίττεται, ἣν μόνος ὁ θεὸς δίδωσιν, ἥτις ἐστὶν ἀληθὴς ἐλευθερία καὶ οὐδεμία ἄλλη, αἵτινες μέχρι μόνης τῆς προσ‐
ηγορίας ἔχουσιν τὴν ἐλευθερίαν.268

289

Jo 8, 42
1 Εἰ ἠγαπᾶτέ με, τοῦτο σημεῖον ἦν, ὅτι ἐκ τοῦ θεοῦ ἦτε· εἰ γὰρ ἡ ἀγάπη εἰς υἱοθεσίαν ἄγει, πῶς ὑμεῖς ἐν υἱοῖς θεοῦ δύνασθε ἀριθμεῖσθαι οὐκ ἀγαπῶντες ἐμὲ τὸν μεταπλάττοντα εἰς ἰδίαν μορφὴν τὸν εἰς αὐτὸν πιστεύοντα ἢ ὅτι θεός ἐστι φύσει καὶ υἱὸς θεοῦ. πλὴν ἐκεῖνοι ἀνεγκλήτως καλοῦσι πατέρα
5τὸν θεὸν οἱ εὐσεβῶς πολιτευόμενοι.

290

Jo 8, 42
1Τὸ ἐξῆλθον τὴν ἐκ πατρὸς ἄρρητον καὶ ἄναρχον σημαίνει γέννησιν, τὸ
δὲ ἥκω τὴν ἐν τῷδε τῷ κόσμῳ πάροδον μετὰ σαρκός.269

291

Jo 8, 42
1 Εὐδοκίᾳ, φησίν, τοῦ πατρὸς ἐσαρκώθην καὶ ἦλθον ἐν τῷ κόσμῳ διαλεχθη‐ σόμενος ὑμῖν τὰ παρὰ τοῦ πατρός.

292

Jo 8, 43
1Τὸ οὐ δύνασθε ἀντὶ τοῦ οὐ βούλεσθε οὐδὲν μέγα φαντάζεσθαι.

293

Jo 8, 44
1 Τοῦτο εἶπεν, οὐχ ὅτι τοῦ εἶναι αὐτοὺς ὁ διάβολος αἴτιος, ἀλλὰ τοῦ πονηροὺς γεγονέναι, ὅπερ ἐκ τρόπων γίνεται ὡς ἐν συντόμῳ ὁ νοῦς τοῦ λόγου τοῦτο σημαίνει. εἰ καὶ ἀσαφές ἐστιν, πρεπωδέστερον ὁ διάβολος ὀνομάζοιτο ὑμῶν ὁ πατὴρ ὁ ἀνθρωποκτόνος καὶ ψεύστην ἔχων πατέρα.

294

Jo 8, 44
1 Πατέρα τῶν Ἰουδαίων καλεῖ τὸν Κάϊν, ὃς πρῶτος ἀνθρώπων φθόνου καὶ φόνου καὶ ψεύδους καὶ ἀπάτης ἀρχηγὸς γέγονε μετὰ τὸν σατανᾶν, οὗπερ ἂν δικαίως ὀνομάζοιτο καὶ υἱός, οἷς ὅμοιοι οἱ Ἰουδαῖοι καὶ πᾶς ὁ τούτους μιμού‐ μενος. οὐκοῦν οὐδὲν ἀπεικὸς κἀμὲ υἱὸν εἶναι τοῦ ἀληθοῦς θεοῦ τὸν τὰ ἀληθῆ
5λαλοῦντα καὶ ὑμᾶς δεῖ πιστεύειν ἐμοὶ τῷ τὰ ἀληθῆ λαλοῦντι. οὗτος διὰ τῆς
παρακοῆς ἀπέκτεινε τὸν Ἀδὰμ καὶ δι’ αὐτοῦ τοὺς λοιποὺς ἀνθρώπους.270

295

Jo 8, 44
1Αὐτὸς πρῶτος ἔτεκε τὸ ψεῦδος ἕτερα ἀνθ’ ἑτέρων εἰπὼν πρὸς τὴν Εὔαν.

296

Jo 8, 46
1 Τοῦτο εἶπεν, ἵνα κἂν ἐκ τῆς τοῦ βίου καθαρότητος δυσωπήσῃ αὐτούς, οὔτε τοῖς γεγονόσιν οὔτε τοῖς λαληθεῖσι παρ’ ἐμοῦ ἔχετε ἐγκαλεῖν. οὐ προσ‐ δοκῶν ἐλεγχθῆναι τοῦτο εἶπεν, ἀλλ’ ἀποφαινόμενος, ὅτι οὐ δύναται θεὸς ὢν ἄτρεπτος περιπεσεῖν ἁμαρτίᾳ· πᾶσα γὰρ ἁμαρτία ἐκ παρατροπῆς τοῦ βελτίονος
5ἐπὶ τὸ φαῦλον μεταβαίνει.

297

Jo 8, 47
1 Τοὺς πιστοὺς ἐκ τοῦ θεοῦ λέγει οὐ κατ’ οὐσίαν, ἀλλὰ κατὰ τὸ ἐξ αὐτοῦ τὸν τύπον τῆς εὐσεβείας λαβεῖν 〈καὶ〉 κατοικειωθῆναι αὐτῷ ἐξ ἀρετῆς καὶ ἐννόμου πολιτείας. τὸ δὲ ἀκούει, οὐ τοῖς αἰσθητικοῖς ὠσίν, ἀλλὰ ταῖς τῆς ψυχῆς συγκαταθέσεσιν.

298

Jo 8, 47
1Δείκνυσιν, ὅτι διὰ τοῦτο οὐκ ἐπίστευον αὐτῷ οὐχ ὅτι ὡς ἀντιθέῳ προσεῖχον,
ἀλλ’ ὅτι ἀλλότριοι ἦσαν τοῦ θεοῦ.271

299

Jo 8, 48
1 Δαιμονῶντα καλοῦσι τὸν δαίμοσιν ἐπιτάττοντα ἐκ μανίας ἀμέτρου. εἰκός, ὅτι καὶ Σαμαρείτην αὐτὸν ἔλεγον, εἰ καὶ ἐν τοῖς ὀπίσω οὐκ ἐμνήσθη ὁ εὐαγγελιστής.

300

Jo 8, 48
1 Σαμαρείτην ἐκάλουν τὸν κύριον ὡς ἀδιαφοροῦντα περὶ τὰς νομικὰς ἐντολὰς καὶ λύοντα τὸ σάββατον· οἱ γὰρ Σαμαρεῖται οὐκ ἀκριβῶς ἰουδαΐζουσιν.

301

Jo 8, 49
1 Ἐνταῦθα ὑβρίζεται καὶ πρᾴως φέρει, διδάσκων ἡμᾶς τὰς εἰς ἑαυτοὺς ὕβρεις παρορᾶν. ἔνθα δ’ ἔλεγον ἑαυτῶν «πατέρα τὸν θεόν», σφοδρῶς αὐτῶν καθάπτεται παιδεύων ἡμᾶς τὰ εἰς θεὸν ἐκδικεῖν.

302

Jo 8, 50
1 Εἰ καὶ ἐγὼ διὰ ταπεινοφροσύνην παρορῶ τὴν ἐμαυτοῦ τιμήν, ἀλλ’ ὁ πατὴρ ζητεῖ τὴν ἐμὴν δόξαν καὶ τιμήν.

303

Jo 8, 50
1Εἰ δόξης ἐφιέμην, οὐκ ἂν «ἐν μορφῇ θεοῦ ὑπάρχων» ἐλάμβανον «δούλου
μορφὴν» καὶ ἐταπείνουν ἐμαυτὸν διὰ τὴν ὑμῶν σωτηρίαν, ἀλλ’ οὐδ’ ἂν παρεῖδον τὰς εἰς ἐμὲ ὕβρεις, ἀλλὰ δίκας παραυτίκα εἰσεπραττόμην. νυνὶ δὲ τῷ θεῷ καὶ πατρὶ 〈ἁμαρτάνετε〉 τῆς ἁμαρτίας εἰς αὐτὸν ἀναβαινούσης· οὐδὲν γὰρ ὅλως τὸ272
5μεσολαβοῦν πατέρα καὶ τὸν υἱόν, ὅσον εἰς οὐσίας ταὐτότητα καὶ ἰδίᾳ ἕκαστος ὑπάρχων νοοῖτο.

304

Jo 8, 51
1 Οὐ μόνον τὴν πίστιν ὧδε αἰνίττεται, ἀλλὰ καὶ τὸν βίον ζητεῖ τὸν καθαρόν, ὃν ποιεῖ ὁ τὸν λόγον τοῦτον τηρῶν.

305

Jo 8, 51
1 Θάνατον οὐ τὸν σαρκικὸν λέγει, ὃν ὑπομένομεν ἅπαντες, ἀλλ’ ὅτι ὡς θεὸς οὐκ ἐλογίζετο τὸν θάνατον, ὃν ὡς θεὸς εὐκόλως ἠδύνατο ἀνατρέψαι· θάνατον γὰρ ὧδε ὀνομάζει τὸ δι’ αἰῶνος κολάζεσθαι· καὶ γὰρ καὶ ζωή ἐστιν ἡ ἀκατάπαυστος ἀπόλαυσις.

306

Jo 8, 51
1 Αἰῶνα λέγει τὸν μέλλοντα, ὃς κυρίως καλεῖται αἰὼν ὡς μὴ ἔχων πέρας, ὅπου οὐκέτι οὐδεὶς ἀποθνῄσκει μετὰ τὴν ἀνάστασιν τὴν διὰ Χριστοῦ δωρη‐ θεῖσαν πᾶσιν, ὅπου γε τὸ ζωοποιούμενον κἂν ἀποθάνῃ οὐκ ἀποθνῄσκει τῷ
θεῷ.273

307

Jo 8, 52
1 Τοῦτ’ ἔστιν οἱ τὸν λόγον ἀκούσαντες τοῦ θεοῦ ἀπέθανον καὶ οἱ τὸν σὸν λόγον ἀκούσαντες οὐκ ἀποθανοῦνται;

309

Jo 8, 55
1 Μόνος γὰρ ὁ υἱὸς οἶδε φυσικῶς καὶ γνωστῶς τὸν πατέρα, μᾶλλον δὲ ἡ τριὰς ἑαυτήν. τὸ εἰπεῖν οἶδα αὐτὸν οὐκ ἔστι κόμπος, ἀλλὰ τὸ εἰπεῖν μὴ εἰδέναι ψεῦδος· ὑμεῖς γὰρ λέγοντες αὐτὸν εἰδέναι ψεύδεσθε.

310

Jo 8, 56
1Δείκνυσιν αὐτοὺς κἂν τούτῳ τοῦ Ἀβραὰμ ἀλλοτρίους, ἐπείπερ ἐν οἷς
ἐκεῖνος ἔχαιρεν, οὗτοι ἀλγοῦσιν.274

311

Jo 8, 56
1 Τὴν ἡμέραν δοκεῖ λέγειν τὴν τοῦ σταυροῦ, ἥτις προδιετυπώθη ἐν τῇ τοῦ κριοῦ σφαγῇ καὶ τῇ τοῦ Ἰσαὰκ προσφορᾷ. οὐκοῦν οὐκ ἄκων ἦλθεν ἐπὶ τὸ πάθος, εἴ γε ἐπαινεῖ τὸν χαρέντα ἐπὶ τῷ πάθει τοῦ σταυροῦ.

312

Jo 8, 56—57
1 Ἀνόητος ὁ τῶν Ἰουδαίων λόγος· ὁ μὲν γὰρ περὶ τῆς ἰδίας αὐτοῖς ἀϊδιότητος ἐλάλει, οἱ δὲ ὡς ἄρτι ἀρξαμένῳ εἶναι διελάλουν καὶ ὁ μὲν κύριος εἶπεν, ὅτι Ἀβραὰμ εἶδεν τὴν ἡμέραν τὴν ἐμήν, οἱ δὲ τὸ ἐναντίον ἐνόησαν, ὅτι αὐτὸς εἶδε τὸν Ἀβραάμ.

313

Jo 8, 58
1 Πάντων μὲν προῆν, ἀλλὰ μόνου τοῦ Ἀβραὰμ ἐμνήσθη; ὅτι περὶ αὐτοῦ διελέγετο.

314

Jo 8, 58
1Ἐπὶ μὲν τοῦ Ἀβραὰμ ἔθηκε τὸ γενέσθαι, ὅτι γεγονὼς καὶ φθείρεται,
ἐπὶ δὲ ἑαυτοῦ τὸ εἰμὶ ὡς ἀΐδιος καὶ κρείττων φθορᾶς.275

315

Jo 9, 2
1 Ἐσφαλμένη ἐστὶν ἡ ἐρώτησις αὕτη· οὔτε ἁμαρτάνει τις πρὸ τοῦ γεννη‐ θῆναι ὁ μηδ’ ὅλως ὢν οὔτε ἄλλος ὑπὲρ ἄλλου τιμωρεῖται.

316

Jo 9, 5
1 Φῶς ἑαυτὸν τοῦ κόσμου εἶπεν ὡς φωτίζοντα τῶν πιστῶν τὰς ψυχὰς καὶ ὅτι ἤμελλεν ἀνοῖξαι τοὺς ὀφθαλμοὺς τοῦ «ἐκ γενετῆς» τυφλοῦ.

317

Jo 9, 6
1 Ἔπτυσε δὲ χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεν τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ δεῖξαι βουλόμενος διὰ τοῦ πηλοῦ, ὅτι αὐτός ἐστιν ὁ καὶ τὸν Ἀδὰμ ἀπὸ πηλοῦ πλάσας· τὸ μὲν γὰρ εἰπεῖν, ὅτι ἐγώ εἰμι ὁ τοῦτο ποιήσας, πρόσαντες ἐδόκει εἶναι τοῖς ἀκούουσιν.
5διὰ δὲ τοῦ ἔργου δεικνύμενος τοῦτο οὐκ ἔτι λοιπὸν προσίστατο. διὰ τοῦτο οὐχ ἁπλῶς, ἀλλ’ ἐκείνῳ τῷ τρόπῳ τὰ ὄμματα ἐδημιούργησεν, οὐκ ἔπλασε δὲ μόνον οὐδὲ ἀνέῳξεν, ἀλλὰ καὶ τὸ ὁρᾶν ἐχαρίσατο, ὅπερ τεκμήριόν ἐστι τοῦ καὶ τὴν ψυχὴν αὐτὸν ἐμψυχῶσαι τῷ Ἀδάμ· ἐκείνης μὲν γὰρ μὴ ἐνεργούσης ὀφθαλμός, κἂν ἀπηρτισμένος ᾖ, οὐκ ἂν ἴδοι ποτέ.

318

Jo 9, 11
1Τοῦτο εἰς εἰκόνα ὁρᾷ τῶν ἐξ ἐθνῶν τῶν ποτε τυφλῶν, νῦν δὲ φωτισθέντων
καὶ διδασκόντων τὸν Ἰσραὴλ τὴν τοῦ Χριστοῦ δύναμιν.276

319

Jo 9, 16
1 Ἐξ ἄκρας ἀσεβείας τὸ σάββατον προετίμων τῆς θείας αὐτοῦ δυνάμεως καὶ βλασφημοῦντες ἔλεγον, ὅτι οὐκ ἔστιν οὗτος παρὰ θεο.

320

Jo 9, 16
1 Ὁ μὲν γὰρ Χριστὸς ἐν σαββάτῳ ἑνὶ δακτύλῳ χρίσας τὸν πηλὸν ἐγκαλεῖται, αὐτοὶ δὲ ὅλῃ χειρὶ λύοντες τὰ ζῷα καὶ ἀπάγοντες πρὸς ποτισμὸν καὶ τὰ εἰς βόθρον ἐμπεσόντα πρόβατα ἀνασπῶντες οὐ διαβάλλονται.

321

Jo 9, 33
1 Οὐχ ὡς προσωπολήπτης ὁ θεός, μὴ γένοιτο, ἀλλ’ ὡς δίκαιος καὶ δικαίων ἐραστὴς διὰ τῶν ἁγίων ἐνεργεῖ τὰ παράδοξα, οὐ μὴν διὰ τῶν ἁμαρτανόντων.

322

Jo 9, 34
1Ἄφρονες οἱ Ἰουδαῖοι τὸν μὲν θεὸν δοξάζεσθαι παρακελευόμενοι διὰ τὸ
θαῦμα, τὸν δὲ τὸ τοῦ θεοῦ ἔργον ποιήσαντα κατακρίναντες.277

323

Jo 9, 35
1 Οὐχ ὡς ἀγνοῶν ἐρωτᾷ· ᾔδει γὰρ ὅτι ἐπίστευεν, ὅτι ἦν ἀγωνισάμενος κατὰ Ἰουδαίων, ἀλλὰ δεικνύς, ὅτι πάνυ ἥδεται τῷ πιστεῦσαι αὐτόν, διδάσκει, ὅτι ὁ πιστεύων εἰς αὐτὸν τὸν Ἰησοῦν οὐχ ὡς εἰς ἄνθρωπον ἕνα τῶν καθ’ ἡμᾶς πιστεύει, ἀλλ’ ὡς εἰς θεὸν ἐνανθρωπήσαντα· πλῆρες γὰρ οὕτω τὸ ἐπὶ Χριστῷ
5μυστήριον.

324

Jo 9, 39
1 Ἀντὶ τοῦ εἰς μείζονα κόλασιν· οἱ γὰρ καταδικάσαντες αὐτὸν ὡς ἁμαρτωλὸν αὐτοί εἰσιν ὡς ἁμαρτωλοὶ κατακριθέντες.

325

Jo 10, 1
1 Κλέπτης ἐστὶν ὁ ἐκ βίας τὴν μὴ δοθεῖσαν αὐτῷ τιμὴν ὑφαρπάζων, ἣν οὐ δύναται λαβεῖν, εἰ μὴ ὁ εἰς Χριστὸν πιστεύων ἤτοι κλέπτης ἐστὶν ὁ μὴ τῇ νενομισμένῃ ἀπὸ τῶν γραφῶν χρώμενος διδασκαλίᾳ, ἀλλὰ δι’ ἑτέρας μὴ νενομισμένης ἐρχόμενος. διὸ καὶ εἶπε τὸ ἀλλαχόθεν, ἵνα καὶ τοὺς γραμματεῖς
5σημαίνῃ τοὺς διδάσκοντας «τὰ ἐντάλματα τῶν ἀνθρώπων» καὶ παραβαίνοντας
τὸν νόμον.278

326

Jo 10, 1
1 Ὅταν ἀκούσωσιν οἱ πιστοὶ παρὰ τῶν ὀρθῶν διδασκάλων τὰ θεῖα διδάγ‐ ματα τῶν γραφῶν, ὥσπερ τινὰ τροφὴν δέχονται, ὅσοι δὲ πλάνον καλοῦσι τὸν Χριστόν, τῆς τῶν προβάτων ἐκβέβληνται τάξεως.

327

Jo 10, 4
1 Ἔθος ἐχόντων τῶν ποιμένων ὀπίσω τῶν προβάτων περιπατεῖν, ἔμπρο‐ σθεν τῶν προβάτων οὗτος περιπατεῖ δεικνύς, ὅτι αὐτὸς ὁδηγεῖ πάντας πρὸς τὴν ἀλήθειαν.

328

Jo 10, 5
1 Ἀλλοτρίους λέγει τοὺς περὶ Θευδᾶν, ὧν οἱ ἀκούσαντες διεσκορπίσθησαν, καὶ τοὺς λοιποὺς ψευδοχρίστους.

329

Jo 10, 6
1 Παροιμίαν καλεῖ τὸν λόγον διὰ τὸ 〈δι’〉 ἑνὸς λόγου νοεῖσθαι δύο πραγ‐ μάτων σημασίας.

330

Jo 10, 7
1Ὡς θεὸς γνοὺς μὴ νοήσαντας αὐτοὺς ἄνωθεν αὐτοῖς σαφηνίζει τὸν λόγον,
ἵνα καὶ οὕτως ὠφεληθῶσιν.279

331

Jo 10, 7—8
1 Θύρα ἐστὶν ὡς ἀποκλείων τὰ πρόβατα, τοὺς δὲ κλέπτας ἀπείργων καὶ ἐλέγχων· ἤτοι ὅτι διὰ μόνης τῆς εἰς αὐτὸν πίστεως εἰσερχόμεθα πρὸς τὸν πατέρα καὶ οἰκειούμεθα αὐτῷ ἢ ὅτι δι’ αὐτοῦ ἐρχόμεθα εἰς τὸ κατάρξαι λαῶν ἢ ὅτι τοὺς ἀξίους εἰσδέχεται εἰς τὴν ἱερὰν αὐλήν, τοῖς δὲ ἀναξίοις ἀποκλείει
5τὴν εἴσοδον.

332

Jo 10, 8
1 Εἰπὼν ὁ κύριος πάντες οὐ τοὺς ἁγίους λέγει προφήτας, ἀλλὰ τοὺς ὑπο‐ κρινομένους ἀγαθοὺς καὶ ὑπεισελθόντας τὸ ἄρχειν λαῶν, ὧν οὐδὲ ἠνέσχοντο οἱ ὑπὸ χεῖρα ἤτοι τοὺς ψευδοχρίστους λέγει ἢ τοὺς περὶ Θευδᾶν.

333

Jo 10, 9
1Οἱ πιστοὶ ὡς διὰ θύρας διὰ Χριστοῦ εἰς τὴν αἰώνιον ζωὴν παραπέμπονται.

334

Jo 10, 9
1 Νομή ἐστι τὰ θεῖα διδάγματα, ὧν ἀπολαύουσιν οἱ πιστοί. θύρα ἐστὶν ὁ τοῦ θεοῦ λόγος εἰσάγων εἰς θεογνωσίαν· καὶ οἱ δι’ αὐτοῦ εἰσελθόντες ἔξω τοῦ κόσμου γίνονται.

335

Jo 10, 9
1Νομὴν λέγει τὴν ἀσφάλειαν, ὃ γέγονεν ἐπὶ τῶν ἀποστόλων, οἵτινες ὡς
κύριοι τῆς οἰκουμένης εἰσῄεσαν καὶ ἐξῄεσαν καὶ οὐδεὶς ἴσχυσεν ἐκβαλεῖν.280

336

Jo 10, 10
1 Περισσότερον λέγει τὴν τῶν οὐρανῶν βασιλείαν, ἣν ζωὴν καλεῖ διὰ τὸ εἶναι αὐτοῖς τὸ ὄνομα γνώριμον· τὴν ἀνάστασιν αἰνιττόμενος εἶπεν τὸ περισσόν. ἤτοι τὸ περισσὸν λέγει τὴν τοῦ πνεύματος μέθεξιν, ἧς μόνοι οἱ ἅγιοι ἀπο‐ λαύουσι κοινῶς πάντων ἀνισταμένων πονηρῶν τε καὶ ἀγαθῶν· μόνοι γὰρ οἱ
5ἅγιοι ἀλλάσσονται εἰς δόξαν. περὶ τοῦ σωτηριώδους ὧδε διαλέγεται πάθους εἰς ὅπερ ἑκὼν ἦλθεν.

337

Jo 10, 10
1 Πάντων σφαγέντων καὶ ἀπολομένων ἦλθεν ὁ Χριστὸς σῶσαι καὶ ζωὴν δοῦναι.

339

Jo 10, 12
1 Μισθωτὸν ἀμελοῦντα τῶν προβάτων ἕκαστον τῶν ἀρχόντων τοῦ λαοῦ ὀνομάζει, ἐπειδὴ οὐδὲν ἐποίουν εἰς ὠφέλειαν τῶν λαῶν, ἀλλ’ ὡς ἀλλοτρίοις
ἐκέχρηντο· οὐ γὰρ ἦσαν αὐτῶν ἴδια, διὸ οὐδὲ ἤχθοντο ἐν τῇ ἀπωλείᾳ τῶν λαῶν.281

342

Jo 10, 14
1 Οὐκ ἄλλως δὲ γιγνώσκομεν τὸν θεόν, εἰ μὴ πρῶτον ἐξ αὐτοῦ γνωσθῶμεν. διὸ καὶ πρῶτον ἐκεῖνος ἔταξε· πρῶτον μὲν γὰρ αὐτὸς οἰκειώθη ἡμῖν γεγονὼς ἄνθρωπος καὶ οὕτω καὶ ἡμεῖς αὐτῷ.

343

Jo 10, 14
1 Τὸ δὲ ἐγώ εἰμι ὁ ποιμὴν διὰ τοὺς ἀπιστήσαντας εἶπε τοῦτο· οὐ γὰρ πάντα τὰ πρόβατα ἤκουσαν αὐτοῦ, ἀλλὰ τὰ γνωσθέντα ἐξ αὐτοῦ καὶ γνόντα
αὐτόν.282

344

Jo 10, 15
1 Διὰ ταὐτὸν τῆς φύσεως ὡς ὁμοούσιος τῷ πατρὶ οἶδα αὐτὸν καὶ γινώσκομαι ὑπ’ αὐτοῦ.

345

Jo 10, 15
1 Ἐξ ὧν τίθησι τὴν ἑαυτοῦ ψυχήν, ἵνα σωθῶσιν, συνίστησιν ἑαυτὸν ὄντα ποιμένα καλὸν καὶ οὐ πλάνον, οἷοι ἦσαν οἱ περὶ Θευδᾶν· προσήνεγκεν γὰρ ἑαυτὸν ὑπὲρ ἁπάντων λύτρον.

346

Jo 10, 15
1Εἰπὼν τίθημι ἔδειξεν, ὅτι ἑκὼν ἔπαθεν.

347

Jo 10, 16
1 Τοῦτο εἶπε διὰ τοὺς ἀπιστήσαντας· οὐ γὰρ πάντα τὰ πρόβατα ἤκουσαν αὐτοῦ, ἀλλὰ τὰ γνωσθέντα ἐξ αὐτοῦ καὶ γνόντα αὐτόν.

348

Jo 10, 16
1Πάντες μέν εἰσι πρόβατα, πλὴν διὰ τὸ τῆς γνώμης διάφορον λέγει μὴ
εἶναι αὐτὰ ἐκ τῆς αὐλῆς ταύτης, ὅ ἐστι τοῦ κόσμου.283

349

Jo 10, 16
1 Δείκνυσιν, ὅτι τῶν Φαρισαίων ἐκβαλλομένων αὐτὸς ἔμελλεν ὡς θεὸς ἄρξαι τῶν ἐθνῶν καὶ εἰς θεογνωσίαν πάντας ἀγαγεῖν, Ἰουδαίους τε καὶ Ἕλληνας, ὁ ὑπὸ Μωυσέως καὶ πολλῶν προφητῶν προανακηρυχθεὶς τοῦτο μέλλων ποιεῖν.

352

Jo 10, 17
1 Διὰ τὴν ἐνάρετον πρᾶξιν ἀγαπᾶσθαι λέγει ἑαυτόν. ἐναργῶς δὲ ἀρετὴ τὸ ἀποθανεῖν ὑπὲρ ἀσεβείας. ταπεινῶς λαλεῖ διὰ τὴν ἐνανθρώπησιν· οὐ γὰρ νῦν ἤρξατο ἀγαπᾶσθαι παρὰ τοῦ πατρός.

353

Jo 10, 18
1Ἡ ἐντολὴ δηλοῖ τὴν ὁμόνοιαν τὴν πρὸς τὸν πατέρα, εἰ καὶ ταπεινῶς λαλεῖ.
ἡ δὲ ἐντολή ἐστιν ἀποθανεῖν ὑπὲρ τοῦ κόσμου.284

354

Jo 10, 20
1 Ἐπειδὴ ὑπὲρ ἄνθρωπον ἦν τὰ λαλούμενα, ἐκάλουν αὐτὸν δαιμονῶντα. δι’ ὧν δὲ ταῦτα ἀκούων ὁ κύριος ἐσίγα, ἐδίδαξεν ἡμᾶς πρᾴως φέρειν τὰς καθ’ ἑαυτῶν ὕβρεις.

355

Jo 10, 25
1 Εἰ καὶ μὴ εἶπεν ἑαυτὸν λευκῶς Χριστόν, ἀλλ’ εἰπὼν ἑαυτὸν φῶς, ποιμένα, ὁδόν, ἐσήμανε τοῦτο· τούτοις γὰρ εἴωθεν ἡ γραφὴ τοῖς ὀνόμασι καλεῖν τὸν Χριστόν.

356

Jo 10, 27
1 Ἐπειδὴ καὶ Ἰούδας εἷς ἦν τῶν δοθέντων τῷ υἱῷ καὶ μετέπεσεν εἰς κακίαν, δείκνυνται οἱ ἄνθρωποι οὐ φύσει καὶ κατ’ οὐσίαν ὄντες κακοί, ἀλλ’ ἑκουσίως τρεπόμενοι.

357

Jo 10, 27—30
1Ἀπόδειξις τῶν τοῦ κυρίου προβάτων τὸ εὐήκοον, τῶν δὲ ἀλλοτρίων τὸ
ἀπειθές· τὸ γὰρ ἀκούειν ὧδε τὸ πείθεσθαι τοῖς λεγομένοις δηλοῖ, τὴν δὲ ἀκολού‐ θησίν φησι τὴν διὰ τῶν πράξεων μίμησιν. ζωὴν δὲ λέγει διδόναι, ἣν καὶ αἰώνιόν φησιν, τὸ ἐν εὐθυμίᾳ διάγειν καὶ μακαριότητι διηνεκεῖ. τὸ δὲ ἀπο‐285
5λέσθαι εἰς τὸν αἰῶνα τοῦτό ἐστι δηλοῦν τὸ ὑποκείσεσθαι βασάνοις ἀπαύστοις. χεῖρα δὲ αὐτοῦ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν φησίν, ἧς οὐδεὶς δύναται τοὺς ἑπομένους αὐτῷ ὑφαρπάσαι. εἰ δὲ καὶ ὡς φύσει θεὸς δίδωσιν αὐτὸς ἀφ’ ἑαυτοῦ, πλὴν καὶ ὡς ἄνθρωπος λέγεται λαμβάνειν. τοῦτο δέ φησιν, ὅτι διὰ τὴν δύναμιν τοῦ πατρὸς οὐδεὶς ἁρπάζει αὐτὰ ὡς αὐτοῦ μὴ ἱκανοῦ ὄντος πρὸς φυλακήν,
10ἀλλὰ τοῦτό φησιν, ἵνα μὴ ἀντίθεον αὐτὸν εἴπωσιν· προεῖπε γάρ, ὅτι οὐδεὶς ἁρπάζει αὐτὰ ἐκ τῆς χειρός μου καὶ δεικνὺς μίαν οὖσαν ταύτην τὴν χεῖρα, ποτὲ μὲν αὐτοῦ, ποτὲ δὲ τοῦ πατρὸς αὐτὴν εἶναί φησιν· αὐτὸς γάρ ἐστιν τοῦ πατρὸς δεξιά. εἶτα ἵνα μὴ διὰ τούτων τῶν ῥημάτων ἐλάττονα εἶναι νομίσῃ τις τοῦ πατρὸς τὸν υἱόν, ἐπήγαγεν ἑξῆς· ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, κατὰ
15τὴν δύναμιν δηλονότι, ἣν καὶ χεῖρα καλεῖ.

358

Jo 10, 30
1 Σημαίνων, ὅτι οὐκ ἔστι καθ’ ὑπόστασιν ἓν ὁ πατὴρ καὶ ὁ υἱός, εἶπεν τὸ ἐγὼ καὶ ὁ πατήρ· ἓν γάρ εἰσι τῇ οὐσίᾳ, τῇ δυνάμει, ἣν καὶ χεῖρα καλεῖ, ποτὲ μὲν ἑαυτοῦ, ποτὲ δὲ τοῦ πατρός.

359

Jo 10, 32
1 Οὐκ ἐμοῦ μόνον εἰσὶ τὰ ἔργα, ἀλλὰ τῆς πάσης θεότητος· ὁ γὰρ πατὴρ δι’ υἱοῦ ἐν πνεύματι ἁγίῳ πάντα ποιεῖ, διδάσκει δὲ ἡμᾶς μετριοφρονεῖν καὶ μὴ ἀλαζονεύεσθαι, ἐὰν λάβωμέν τι παρὰ θεοῦ.

360

Jo 10, 33
1Ἀγνοοῦντες, ὅτι οὐ γυμνῇ τῇ θεότητι ἔμελλεν ὁ υἱὸς ἐπιδημεῖν, ἀλλὰ
σαρκούμενος «ἐκ σπέρματος Δαβίδ», βλασφημίαν ἔλεγον τὴν ὀρθὴν ὁμολογίαν.286

361

Jo 10, 34
1 Εἰ οἱ Ἰσραηλῖται ἄνθρωποι ῥυπαροὶ χάριτι τοῦτο λαβόντες οὐκ ἐγκαλοῦνται, πῶς ὁ φύσει τοῦτο ἔχων ἐπιτιμᾶται;

362

Jo 10, 36
1 Ἁγιασθεὶς λέγεται ὁ υἱός, ἐπειδὴ ἐπέμφθη σφαγῆναι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας· ἅγια γάρ ἐστι τὰ ἀφοριζόμενα τῷ θεῷ εἰς θυσίαν.

363

Jo 10, 37—38
1 Ἐπειδὴ τὴν οὐσίαν ἰδεῖν ἀμήχανον, ἀπὸ τῆς τῶν ἔργων ἰσότητος τὸ ἀπαρ‐ άλλακτον τῆς δυνάμεως παρίστησι, δι’ ὧν λέγει ἐξ ἑαυτοῦ γινώσκεσθαι τὸν πατέρα καὶ ἐκ τοῦ πατρὸς ἑαυτόν.

364

Jo 10, 38
1 Ἐγὼ ἐν τῷ πατρί εἰμι καὶ ὁ πατὴρ ἐν ἐμοὶ θεωρεῖται κατὰ ταὐτὸν τῆς φύσεως καὶ τῆς οὐσίας· εἷς γὰρ ὁ τῆς φύσεως ὅρος, κἂν ἐν ἰδιαζούσαις ὑπάρξεσι νοοῦμεν τὴν ἁγίαν τριάδα· ὁ γὰρ πατὴρ οὐκ ἔστιν υἱὸς ἢ πνεῦμα οὐδὲ μὴν τὸ ἀνάπαλιν, εἰ καὶ οὐκ εἰσὶν ἐν διαστάσει διὰ τὴν πρὸς ἀλλήλους
5κοινωνίαν τε καὶ ἰσότητα· εἰ γὰρ καὶ ἐφ’ ἡμῶν ἡ τοῦ τεκόντος οὐσία γιγνώσκεται καὶ ἐν τῷ τεχθέντι ὁ πατὴρ κατὰ τὸν τῆς οὐσίας λόγον, ἀλλὰ τῷ κεχωρίσθαι
ἡμᾶς τοῖς σώμασιν, οὐκέτι «ἕν ἐσμεν» οἱ πολλοί.287

365

Jo 10, 39
1 Ἐξ ὧν εὐκόλως αὐτοὺς διαφεύγει καὶ ἀκόντων αὐτῶν, δείκνυται, ὅτι οὐκ ἂν ἑάλω εἰ μὴ ἑκών.

366

Jo 10, 40
1 Ἵνα ἀναμνήσῃ τοὺς ὄχλους, ὧν εἶπεν περὶ αὐτοῦ ὁ Ἰωάννης, ἦλθεν ἐκε. οἱ περάσαντες τὸν μυστικὸν Ἰορδάνην ἀποκομίζονται πρὸς θεὸν ὡς καὶ ὁ Χριστὸς πέρασας τὸν Ἰορδάνην ἦλθεν εἰς τὴν τῶν ἐθνῶν ἐκκλησίαν καὶ ἔμεινεν ἐκε.

367

Jo 11, 2
1 Οὐκ ἔστιν αὕτη ἧς ὁ Ματθαῖος μέμνηται καὶ ὁ Λουκᾶς· ἐκεῖναι γὰρ πόρναι ἦσαν, ὧν ἠνέσχετο ὁ Χριστὸς δι’ ἀγαθότητα.

368

Jo 11, 2
1Ἵνα εὐλογίαν ἐκ τῆς ἁγίας σαρκὸς ἀναμάξηται, ἐποίησεν τοῦτο.288

369

Jo 11, 4
1 Οὐκ ἔστι πρὸς διηνεκῆ θάνατον, ἀλλ εἰς μόνας τέσσαρας ἡμέρας. ἐπειδὴ ἀνέστη μετ’ οὐ πολύ, πρὸς τὸ πέρας ὁρῶντες τοῦ πράγματος λέγομεν μὴ εἶναι πρὸς θάνατον τὴν ἀσθένειαν. οὐ τοσαύτης ἦν δόξης καὶ θαύματος τὸ ἐγεῖραι τὸν Λάζαρον ἐκ τῆς νόσου, ὅσον τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν.

370

Jo 11, 6
1 Διὰ τοῦτο δὲ ἔμεινεν, ἵνα ἀποθάνῃ καὶ ταφῇ καὶ μὴ εἴπωσιν οἱ Ἰουδαῖοι, ὅτι καρωθέντα αὐτὸν ἀνέστησεν.

371

Jo 11, 7
1Διὰ τοῦτο προλέγει, ἵνα μὴ ἀθρόον ἀπελθόντος αὐτοῦ ἐκεῖ ταραχθῶσιν.

372

Jo 11, 8—9
1 Τὸ δὲ ζητοῦσί σε λιθάσαι καὶ τὰ ἑξῆς ὡς μήπω ὄντες ἀπηρτισμένοι καὶ νομίζοντες, ὅτι καὶ ἄκων ἔπασχεν, εἰπεῖν αὐτὸν τοῦτο οὐχὶ δώδεκα ὧραί εἰσι καὶ τὰ ἑξῆς.

373

Jo 11, 9
1 Ὥσπερ ἄστατος ἡ ἡμέρα ἀπὸ ὥρας εἰς ὥραν μεταβαίνουσα, οὕτω καὶ ἡ τῶν ἀνθρώπων γνώμη, ὅ ἐστιν τῶν Ἰουδαίων. εἰ ὁ ἐν ἡμέρᾳ περιπατῶν οὐ
προσκόπτει, πῶς ἐγὼ ὁ πάντας φωτίζων ὑπομένοιμι τὰ τῶν ἀβουλήτων;289

374

Jo 11, 15
1Ὡς πρὸς ζῶντα λέγει, ὅτι ἄγωμεν· αὐτῷ γὰρ ἔζη ὡς θεῷ.

376

Jo 11, 16
1 Ἵνα μὴ ἀφιλόστοργοι φανῶμεν, σπεύσωμεν ἐπὶ τὴν τοῦ φίλου ἡμῶν σω‐ τηρίαν ὑπερορῶντες τῶν Ἰουδαϊκῶν ἐπιβουλῶν.

377

Jo 11, 25
1 Ζωὴν ἑαυτὸν εἶπεν ὁ κύριος, οὐ ζῷον· τὸ μὲν γὰρ ζῷον δεκτικόν ἐστι ζωῆς, ἡ δὲ ζωὴ παρεκτικὴ τοῦ ζῆν ὡς ἡ σοφία καὶ ὁ σοφός· ὁ μὲν λαμβάνει, ἡ δὲ δίδωσιν.

378

Jo 11, 31
1 Εἰ μὴ οἰκονομίᾳ τοῦ θεοῦ τοῦτο ἐγεγόνει, οὐκ ἂν ἐμέμνητο αὐτοῦ ὁ εὐαγγελιστής· γέγονε δέ, ἵνα καὶ ἄκοντες παραγένωνται καὶ μαρτυρήσωσι τῷ
σημείῳ.290

379

Jo 11, 33
1 Λυπηθεὶς ὁ Χριστὸς καὶ ὁρῶν ἐν ἑαυτῷ κινηθεῖσαν τὴν λύπην καὶ νεύουσαν τὴν σάρκα πρὸς δάκρυον ἐπιπλήττει τῇ σαρκὶ τῇ τοῦ ἁγίου πνεύματος δυνάμει, ἥτις μὴ ἐνεγκοῦσα τὸ τῆς ἑνωθείσης αὐτῷ θεότητος κίνημα τρέμει καὶ τῆς λύπης περικρατεῖ· οὐδὲ γὰρ ἥρμοζεν ἐπὶ νεκρῷ δακρύειν τῷ τὴν ἐλπίδα τῆς
5ἀναστάσεως εἰσάγοντι.

380

Jo 11, 34
1 Ὡς ἀφιλόκομπος τοῦτο εἶπεν καὶ ἀγνοεῖν σχηματίζεται διὰ τὸ τῆς ἀνθρω‐ πίνης φύσεως ταπεινὸν ὁ πάντα εἰδὼς ὡς θεός, ἵνα πολλοὺς ἑλκύσῃ εἰς τὸν τόπον.

381

Jo 11, 34
1 Οὐχ ὡς ἀγνοῶν ἐρωτᾷ ὁ πρὸ πολλοῦ διαστήματος τοῦτο εἰδώς, ἀλλ’ ἵνα προφάσει τοῦ ὑποδεῖξαι τὸν τόπον ἔλθωσιν καὶ ἴδωσιν τὸ σημεῖον.

382

Jo 11, 35
1Συμπαθήσας τοῖς δακρύουσιν ἐδάκρυσεν, οὐχ ὃν ἔμελλεν ἀνιστᾶν.291

383

Jo 11, 38
1 Πάλιν ἐπιτιμᾷ τῷ πάθει, ἵνα μάθωμεν, ὅτι ἄνθρωπος γέγονεν ἀτρέπτως ὡς ἡμεῖς.

384

Jo 11, 39
1Διὰ τὴν ὑπερβολὴν τοῦ θαύματος τρόπον τινὰ πάλιν ἀπιστεῖ ἡ Μάρθα.

385

Jo 11, 40
1 Ἐν τοῖς ὑπὲρ φύσιν φαίνεται ἡ τοῦ θεοῦ δόξα. διὰ τὸ ἀσθενὲς τῶν ἀκροατῶν τὴν τοῦ πατρὸς δόξαν φησίν, διὰ τὸ ἀκενόδοξον οὐκ εἶπεν ὄψει τὴν δόξαν μου, ἀλλὰ τὴν τοῦ πατρός.

386

Jo 11, 41
1Ἴσος δὲ ὢν τῷ πατρὶ εὐχαριστεῖ αὐτῷ, ἵνα ἡμεῖς τῷ ὑπὲρ ἑαυτοὺς εὐχα‐
ριστῶμεν. τοῦτο ἐπὶ φίλων λέγεται καὶ ὁμοτίμων.292

387

Jo 11, 43
1 Ὡς πόρρωθεν οὖσαν τὴν ψυχὴν διὰ κραυγῆς καλεῖ, οὐ μὴν ὡς οὖσαν ἐν τῷ μνήματι, ὡς Ἑλλήνων μυθεύουσι παῖδες. ἡ δὲ κραυγὴ τοῦ κυρίου τύπος ἦν τῆς «μεγάλης σάλπιγγος» τῆς μελλούσης ἠχῆσαι ἐν τῇ κοινῇ ἀναστάσει. θεοπρεπὲς δὲ καὶ βασιλικὸν τὸ κέλευσμα.

388

Jo 11, 44
1 Οὕτω καὶ ἡ καθολικὴ μέλλει γενέσθαι ἀνάστασις «ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ». ὅμοιον δὲ σημεῖον σχεδὸν τῆς ἀναστάσεως τὸ δεδεμένων τῶν χειρῶν καὶ τῶν ποδῶν καὶ τῶν ὀφθαλμῶν ἐξελθεῖν περιπατοῦντα. διὰ τοῦ λύειν ἐμαρτύρουν, ὅτι οὐκ ἦν φάντασμα, ἀλλ’ ὁ Λάζαρος ἦν.

389

Jo 11, 45—48
1 Ἐκ τούτου δῆλόν ἐστιν, ὅτι οὐ πάντες οἱ περὶ τὴν Μαρίαν Ἰουδαῖοι ἐθεάσαντο τὴν ἀνάστασιν Λαζάρου, ἀλλά τινες ἐξ αὐτῶν, οἳ καὶ ἐπίστευ‐ σαν εἰς Χριστόν. οἱ δὲ λοιποὶ ἀκούσαντες ὑπὸ τῶν τεθεαμένων ταῦτα κατῆλθον πρὸς τοὺς Φαρισαίους διερεθίζοντες αὐτοὺς κατ’ αὐτοῦ ὡς ἀνόσιον τετολ‐
5μηκότος· διέβαλλον γὰρ ὡς τὸν τεθαμμένον ἀνασκάψαι ἐπιτάξαντα. εἶτά φησιν, ὅτι συνήγαγον κατ’ αὐτοῦ συνέδριον καὶ διελογίζοντο λέγοντες· ἐὰν ἀφῶ‐ μεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτὸν καὶ ἐπέρχονται ἡμῖν οἱ Ῥωμαῖοι ὡς ἐπὶ ὑποψίᾳ τυραννίδος καὶ καθελοῦσιν ἡμῶν τὴν πόλιν. ταῦτα δέ, εἰ καὶ βασκαίνοντες ἔλεγον, ἀλλ’ ἐξέβη καὶ μὴ προσδοκώντων αὐτῶν,
10ὅτε αὐτὸν ἐσταύρωσαν.293

390

Jo 11, 46
1 Ὡς ἀνόσιόν τι τετολμηκότα ποιῆσαι διέβαλλον ὡς τὸν τεθαμμένον ἀνα‐ κάμψαι ἐπιτάξαντος. μετὰ τοσαύτας ἀποδείξεις ὡς περὶ ψιλοῦ ἀνθρώπου ἔλεγον ἀγνοοῦντες, ὅτι αὐτὸς ἦν ὁ Χριστὸς ὁ τῶν σημείων δημιουργός.

391

Jo 11, 48
1 Ἐάν, φησίν, οἱ πιστεύοντες εἰς αὐτὸν ποιήσωσιν αὐτὸν βασιλέα, ἐπέρ‐ χονται ἡμῖν ὡς τυραννήσασιν οἱ Ῥωμαῖοι καὶ γυμνοῦσιν ἡμᾶς πάντων. διὰ τὸ μὴ ὑπομεῖναι τὰ δεινὰ ἔλεγον, ἵνα ἀναιρεθῇ. καὶ ὅτε αὐτὸν ἐφόνευσαν, ἐξέβη τὰ λυπηρὰ κατ’ αὐτῶν.

392

Jo 11, 49
1 Ὅτε ἐγένοντο ὠνηταὶ αἱ ἱερωσύναι, οὐκέτι τὸν ἅπαντα χρόνον ἑαυτῶν οἱ ἱερεῖς ἱεράτευον οὔτε κατὰ γένος, ἀλλ’ οἷς ἐβούλοντο οἱ Ῥωμαῖοι ἐδίδουν αὐτὴν διαδεχόμενοι αὐτούς, ὅτε ἤθελον.

393

Jo 11, 49—51
1 Στόματι λαλοῦντι μόνον, οὐ μὴν τῆς τοῦ ἁγίου πνεύματος χάριτος ἁψαμένης αὐτοῦ τῆς καρδίας, πρὸς τιμὴν τῆς ἱερατείας ἐδόθη αὐτῷ τὸ προειπεῖν, οὐ μὴν ὡς προφήτῃ. οὐδὲν δὲ ὠφελεῖ τινα τὸ προφητεύειν. ἁρμόζει κατὰ τῶν μὴ ὀρθῶς πιστευόντων προλεγόντων δέ τινα, οἵτινες, ἐὰν εἴπωσιν ἐν «ἡμέρᾳ» κρίσεως
5τῷ κυρίῳ· «κύριε, οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν», ἀκούσονται, «ὅτι» οὐκ οἶδα «ὑμᾶς». οὐ δεῖ οὖν ἐκ τούτου πλανηθῆναι· ἡ γὰρ προφητεία οὐκ ἔστι καρπὸς ἔργων ἀγαθῶν, ἐξ ὧν τοὺς ἁγίους καταλαμβάνομεν, ἀλλὰ τὸ πᾶν τοῦ πνεύματος ἔργον, εἰ καὶ δι’ ὀργάνων ἀνθρωπίνων, ὅ ἐστιν γλώττης ἀνθρώπων, λαλεῖ.294

394

Jo 11, 52
1Ὑπὲρ τῆς κοινῆς ἁπάντων σωτηρίας ὁ Χριστὸς τὸν θάνατον ὑπέμεινεν.

395

Jo 11, 52
1 Τέκνα θεοῦ τοὺς πιστοὺς καλεῖ ὁ εὐαγγελιστὴς τοὺς ἐξ ἐθνῶν τοὺς «μακρὰν» ὄντας καὶ «ἐγγὺς» γεγονότας «εἰς ἓν σῶμα», μίαν κεφαλὴν ἔχοντας τὸν Χριστόν. προαναφωνεῖ ὃ οὐκ οἶδεν, δοξάζων τὸν Χριστὸν κατ’ ἀνάγκην ὡς καὶ ὁ Βαλαάμ.

396

Jo 11, 54
1 Εἰς κατάκριμα τῶν Ἰουδαίων ἀναχωρεῖ οὐ δειλιῶν καὶ ἡμᾶς διδάσκων ἐν ἀκμῇ τῆς ὀργῆς μὴ ἐπιρρίπτειν ἑαυτοὺς κινδύνοις. ἔφυγεν ἀναμένων τὸν
ἐπιτήδειον τοῦ πάθους καιρὸν καὶ τῆς ἐκείνων φειδόμενος σωτηρίας.295

397

Jo 11, 55
1 Οἱ ἡμαρτηκότες ἑκούσια ἢ ἀκούσια πταίσματα οὐκ ἐποίουν τὸ πάσχα, εἰ μὴ ἡγνίσθησαν τὸν συνήθη ἁγνισμόν.

398

Jo 12, 1—2
1 Ὁ δὲ Λάζαρος οὐ φανεὶς εὐθὺς ἀπέθανεν, ἀλλ’ ἐπέζησεν ἐσθίων καὶ πίνων καὶ τὰ συνήθη πράττων, ὅπερ ὡς ἀποθαυμάζων ὁ εὐαγγελιστὴς εἶπεν.

399

Jo 12, 1—4
1Μάρθα θεωρεῖται εἰς τὴν πρακτικὴν ἀρετήν, ἡ δὲ Μαρία εἰς τὴν πνευματικὴν θεωρίαν. ἄλλοι τὴν Μάρθαν ἐκλαμβάνουσιν εἰς τὴν παλαιὰν δια‐ θήκην, ἥτις τὴν τοῦ κυρίου τράπεζαν εὐτρεπίζει διὰ τῆς τῶν παλαιῶν μαρτυρίας τοῖς περὶ Χριστοῦ συνισταμένη δόγμασιν, τὴν δὲ Μαρίαν εἰς τὴν εὐαγγελικὴν
5παιδείαν, ἥτις μύρῳ τρίβουσα τοὺς πόδας τοῦ κυρίου, τοῦτ’ ἔστι τὴν περὶ τὴν γῆν αὐτοῦ οἰκονομίαν, εὐωδίας ἐπλήρωσεν ὅλην τὴν γῆν, ἥτις ἐστὶν οἶκος πάσης τῆς ἀνθρωπότητος. ἄλλοι τὴν Μάρθαν νοοῦσι τὴν τῶν Ἰουδαίων συνα‐ γωγὴν διὰ τῶν σαρκικῶν θεραπεύειν θέλουσαν τὸν θεόν, τὴν δὲ Μαρίαν τὴν ἐξ ἐθνῶν ἐκκλησίαν τὴν πνευματικὰς θυσίας καὶ εὐώδη πίστιν προσάγουσαν
10θεῷ καὶ ἀναματτομένην τὴν ἀπὸ τῆς σαρκὸς αὐτοῦ εὐλογίαν διὰ τῆς μυστικῆς
μεταλήψεως.296

400

Jo 12, 3
1Ἐν τάξει γὰρ εὐωδίας ἡ τοῦ Χριστοῦ γνῶσις ἔμελλεν πληροῦν τὸν κόσμον.

401

Jo 12, 5
1 Μέμφεται Ἰούδας, ὅτι μύρον προσήνεγκε καὶ οὐκ ἀργύριον ἀγνοῶν τὸ ὄντως καλόν· δεῖ γὰρ τὴν εἰς τὸν θεὸν δωροφορίαν προτιμοτέραν εἶναι τῶν πτωχῶν.

402

Jo 12, 6
1 Ἠνείχετο αὐτοῦ ὁ κύριος κλέπτοντος, ἵνα μὴ εἴπῃ, ὅτι διὰ χρημάτων ἔρωτα καὶ ἔνδειαν ἐποιησάμην τὴν προδοσίαν. ἱερόσυλος ἦν ὁ Ἰούδας τὰ τῷ θεῷ ἀνατεθειμένα χρήματα κλέπτων.

403

Jo 12, 7
1 Πρὸς ἔλεγχον τοῦ ἀναισθήτου Ἰούδα ἐμνήσθη τοῦ ἐνταφιασμο. ὃ δὲ λέγει, τοῦτό ἐστιν· ἀνάμεινον μικρὸν καὶ ἀπελεύσομαι. τῆς γυναικὸς ὑπεραπολο‐
γεῖται, ἵνα μὴ δόξῃ προτιμᾶν ἑαυτὸν τῶν πτωχῶν.297

404

Jo 12, 7—8
1 Εἰπὼν ἄφες τὴν τοῦ Ἰούδα ὑπόκρισιν ἐλέγχει τὰ ἄξια ἐπαίνου μεμφο‐ μένου. ἐπειδὴ δὲ ἡ τοῦ μύρου δαπάνη οὐ διὰ τρυφὴν ἐγένετο, ἀλλὰ διὰ χρείαν μυστικήν, ἀπολογεῖται ὑπὲρ τῆς Μαρίας, εἰ καὶ ἠγνόει τοῦ μυστηρίου τὴν οἰκονομίαν. δι’ ὧν δὲ εἶπεν ἐνταφιασμόν, καταισχύνει τὸν Ἰούδαν, ὅτι δι’ αἰσχρο‐
5κερδίαν ἔμελλε προδοῦναι τὸν διδάσκαλον.

405

Jo 12, 7—8
1 Ὅτε χρεία ἐστὶ πνευματικῆς λειτουργίας ἢ ὑμνῳδίας, οὐ δεῖ ταύτας ἐᾶν καὶ ἀπιέναι περὶ εὐποιΐας, ἀλλὰ μετὰ τὰς λειτουργίας ταύτας.

406

Jo 12, 10
1Μονονουχὶ ἔγκλημα ἐποιοῦντο κατὰ τοῦ ἀνθρώπου, ὅτι καλῶς ἔπαθεν.

407

Jo 12, 12—13
1Ὡς νενικηκότι τὸν θάνατον ὑπήντησαν αὐτῷ μετὰ βαΐων· ἡ γὰρ Δαβὶδ
προφητεία διὰ τούτου πληροῦται.298

408

Jo 12, 14—15
1 Τύπος ἐστὶ τοῦ ὄνου τὰ ἔθνη, οὓς ὁ κύριος ὄντας ἀκαθάρτους πεποίηκεν ὑποχειρίους. τύπος δέ ἐστιν ὁ πῶλος τῶν ἐθνῶν, ὃν ὁ κύριος καθίσας ἀνάγει εἰς τὴν «ἄνω Ἰερουσαλήμ», ἧς τύπος ἡ ἐπίγειος. πῶλον δὲ αὐτοὺς καλεῖ, ἐπειδὴ ἀγύμναστοι ἦσαν τῆς κατ’ εὐσέβειαν πίστεως.

409

Jo 12, 16
1 Διὰ τοῦτο ἠγνόουν, ἵνα μὴ σκανδαλισθῶσιν, εἴ γε βασιλεὺς ὢν τοιαῦτα μέλλει πάσχειν, καὶ ὅτι οὐκ ἐδύναντο εὐθὺς χωρῆσαι τὴν γνῶσιν τῆς βασιλείας.

410

Jo 12, 20
1 Καὶ μὴ χρώμενοι τῷ νόμῳ ἀνῄεσαν προσκυνήσοντες εἰς τὸν νόμον ὡς εἰς σεπτὸν τόπον διὰ τὰ γενόμενα θαύματα περὶ Ἰουδαίους.

411

Jo 12, 20—21
1 Καιρὸς τοίνυν τοῦ μεταβῆναι τοὺς μαθητὰς εἰς τὰ ἔθνη, εἰ καὶ κατὰ τὴν ἀρχὴν οὐκ ἐποίησαν τοῦτο, ἵνα μὴ σκανδαλισθῶσιν οἱ Ἰουδαῖοι.

412

Jo 12, 24
1Δόξαν καλεῖ τὴν ἀνάστασιν, μεθ’ ἣν ὡς υἱὸς θεοῦ ἐδοξάσθη.299

413

Jo 12, 24
1 Μὴ θορυβεῖσθε, ἐὰν ἀποθάνω· τότε γὰρ μᾶλλον αὔξει τὸ κήρυγμα καὶ οἱ ἐξ ἐθνῶν πιστεύουσιν. καὶ μὴ ἀπιστεῖτε· καὶ γὰρ ἐν τῷ σίτῳ τοῦτο γίνεται. ὅταν παθὼν ἀποθάνω, ἀνίσταμαι μετὰ πλείονος δόξης· μέλλουσι γὰρ πάντες πιστεύειν εἰς ἐμὲ ὡς θεόν.

414

Jo 12, 25
1 Ὁ τῆς ἐν τῷ κόσμῳ τούτῳ καταφρονήσας ζωῆς τὴν ἄφθαρτον κτᾶται ἐν τῷ μέλλοντι.
4ἐκεῖνός ἐστιν ὁ φιλῶν τὴν ἑαυτοῦ ψυχὴν καὶ ἀπολλύων αὐτὴν ὁ τὰς
5ἐπιθυμίας αὐτῆς ποιῶν τὰς ἀτόπους, ὁ δὲ μισῶν καὶ σῴζων αὐτὴν ὁ μὴ πειθόμενος αὐτῇ ἐπιταττούσῃ τὰ ἄτοπα.

415

Jo 12, 28
1 Διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως. δόξαν δὲ καλεῖ τὸν σταυρόν, δι’ οὗ οἱ ἄν‐ θρωποι ἔγνωσαν τὸ τοῦ πατρὸς ὄνομα.

416

Jo 12, 28
1 Περίβλεπτος μὲν ἦν ἀεὶ ὁ υἱὸς ἐν τοῖς παραδόξοις συνεργὸν ἔχων τὸν πατέρα καὶ εἰσαῦθις δὲ δοξάζει διὰ τοῦ ἐπὶ τῷ θανάτῳ σημείου· ὡς γὰρ
ἄνθρωπος διὰ τοῦ πατρὸς ἠγέρθη, εἰ καὶ ὡς φύσει θεὸς ὁ υἱὸς ἑαυτὸν ἤγειρεν.300

417

Jo 12, 28
1 Πῶς ἡ φωνὴ διεσκευάσθη, οὐχ ἡμῶν ἐστιν εἰπεῖν· οὐ γὰρ σῶμα ἔχων ὁ πατὴρ ἐλάλησεν, ὥς τινες ἐπεχείρησαν εἰπεῖν αἱρετικοί.

418

Jo 12, 29
1 Τῷ μὲν πλήθει ἄσημος ἡ φωνή, ἴσως δὲ ὅτι τοῖς μαθηταῖς διὰ τοῦ Χριστοῦ ἐγνωρίσθη, ἔδει νοῆσαι τοὺς Ἰουδαίους, ὅτι ὁ πατὴρ ἦν ὁ ἀντιφθεγξάμενος καθ’ ὃν οἶδε τρόπον· οὐ γὰρ βροντὴν ᾔτησεν ὁ Ἰησοῦς γενέσθαι.

419

Jo 12, 31
1 Διὰ πίστεως ἢ ἀπιστίας τῶν μὲν οἰκειουμένων θεῷ, τῶν δὲ ἐχθρῶν καθισταμένων κρίνεται δι’ ἐμοῦ πᾶσα ἀνθρωπότης, τῷ διαβόλῳ ὡς ἐπὶ δι‐ καστηρίου λέγουσα· ἔστω φησὶ τοὺς ἄλλους ἀνθρώπους ὡς ἁμαρτωλοὺς ἐφό‐ νευσας, ἵνα τί καὶ τὸν κύριον; ὁ τῆς ἐπιδημίας καιρὸς κρίσις ἐστι τοῦ κόσμου
5μέλλοντος Χριστοῦ τοὺς ἀνθρώπους δικαιοῦν καὶ ἀπαλλάττειν τῆς τοῦ διαβόλου πλεονεξίας, οὐ νῦν κατακρίνειν· ὁ γὰρ Χριστοῦ θάνατος τὴν πᾶσαν ἀνθρω‐ πότητα δικαιοῖ κατὰ τοῦ τὸν κόσμον ἀδικήσαντος διαβόλου τῆς κρίσεως γινο‐ μένης.

420

Jo 12, 32
1 Εἰπὼν πάντας καὶ τοὺς ἐξ ἐθνῶν σημαίνει. ἕλκει δὲ ὡς ὑπὸ τυράννου κατεχομένους καὶ οὐ δυναμένους ἀφ’ ἑαυτῶν φυγεῖν, ὅπερ ἀλλαχοῦ καλεῖ ἁρ‐ παγήν. καὶ λεγέτω τις, πῶς καὶ σοῦ περιεγένετο; οὐ γὰρ μόνον, ὅτι ἀνίσταμαι, ἀλλὰ καὶ πάντας ἕλκω εἰς τὸ πιστεῦσαι εἰς ἐμέ, ὅτι θεός εἰμι, οὐ ψιλὸς ἄν‐
5θρωπος.301

421

Jo 12, 33
1 Ἔδειξεν, ὅτι ἑκὼν ἔπαθε καὶ εἰδώς, ὅτι οὐ μόνον ἀπέθνῃσκεν, ἀλλὰ καὶ ποίῳ τρόπῳ, ὁ εὐαγγελιστὴς τὸν σταυρὸν ὠνόμασε θάνατον.

422

Jo 12, 34
1 Ἀγνοοῦσιν Ἰουδαῖοι, ὅτι Χριστὸς ὡς μὲν πρόβατον σφαγιάζεται, ἀναστὰς δὲ μένει εἰς τὸν αἰῶνα μηκέτι ἀποθνῄσκων.

423

Jo 12, 35
1 Φῶς καλεῖ τὴν εὐαγγελικὴν διδασκαλίαν, σκότος δὲ τὴν ἄγνοιαν ἢ τὴν ἀσεβῶν κατάκρισιν. αὐτός ἐστι τὸ φῶς. χρόνον δὲ λέγει καὶ τὸν πρὸ τοῦ πάθους καιρὸν καὶ πᾶσαν τὴν νῦν ζωὴν διὰ φιλανθρωπίαν προτρεπόμενος αὐτοὺς εἰς πίστιν.

424

Jo 12, 36
1Οἱ ἐν φωτὶ περιπατοῦντες υἱοὶ φωτὸς γίνονται. εἰ δὲ ἄνω υἱοὺς θεοῦ
εἶπεν τοὺς πιστούς, οὐδὲν ἐκ τούτου· μία γὰρ ἐνέργεια πατρὸς καὶ υἱοῦ.302

425

Jo 12, 36
1 Ὁδὸς σωτηρίας ἡ εἰς Χριστὸν πίστις, ἥτις ποιεῖ υἱοὺς φωτός, ὅ ἐστι τοῦ πατρός· φῶς γὰρ ὁ υἱὸς καὶ ὁ πατὴρ ὡς μιᾶς φύσεως.

426

Jo 12, 36
1 Εἰδὼς ὡς θεός, ὅτι ὠργίζοντο, ὑπανεχώρησεν διδοὺς καιρὸν τοῦ δοκι‐ μάσαι τὰ λαληθέντα αὐτοῖς, οὐ δειλιῶν.

427

Jo 12, 37—38
1 Μὴ λεγέτω τις· τί οὖν ἦλθεν ὁ Χριστὸς εἰδώς, ὅτι οὐ πιστεύσωσιν· λεκτέον γάρ, ἵνα μὴ σχῶσιν πρόφασιν τῆς ἀπιστίας Ἰουδαῖοι, ἐπεὶ καὶ οἱ προφῆται ἐλάλουν εἰδότες, ὅτι οὐκ ἐπείθοντο.

428

Jo 12, 38
1 Οὐκ ἀπὸ τῆς προρρήσεως Ἠσαΐου ἐβιάσθησαν εἰς τὸ μὴ πεισθῆναι, ἀλλ’ ὅτι δύστροποι ἦσαν ἠπείθησαν. ἐφόνευσαν οἱ Ἰουδαῖοι τὸν κύριον διὰ οἰκείαν κακόνοιαν, οὐχ ἵνα πληρώσωσι τὰς προφητείας· εἰ γὰρ ἂν οὕτω δυσ‐
σεβεῖς ἦσαν.303

429

Jo 12, 38
1 Οὐχ ὁ θεὸς ἐπώρωσεν αὐτούς, ἀλλὰ συνεχώρησε ποιεῖν ἃ ἤθελον. ἔσχον δὲ τὴν πώρωσιν ἐκ τῆς ἀπιστίας. ἀδύνατον δὲ ἦν μὴ ἐκβῆναι τὴν τοῦ θεοῦ πρόγνωσιν προβλέπουσαν τὴν ἀπιστίαν, οὐκ ἀναγκάζουσαν. οἱ μὴ δυνάμενοι πιστεύειν οὐ φύσιν ἔχουσιν ἀντιπράττουσαν τῷ πιστεύειν, ἀλλὰ προαίρεσιν
5κακήν. διὸ ὁ διάβολος σκοτίζει αὐτοὺς καὶ οὐ κωλύει ὁ θεός.

431

Jo 12, 39
1 Διὰ τοῦτο προλέγουσιν οἱ προφῆται, ἵνα οἱ νήφοντες φεύγωσι τοὺς δια‐ βολικοὺς βόθρους· καὶ γὰρ τὸ οὐκ ἠδύναντο κεῖται ἀντὶ τοῦ οὐκ ἤθελον· καὶ γὰρ καὶ ἐν ἄλλοις δύναμιν τὴν προαίρεσιν νοοῦμεν.

432

Jo 12, 40
1 Οὐχ ὁ θεὸς ἐπώρωσεν αὐτῶν τὴν καρδίαν· εἰ γὰρ ἄν, οὐκ ἂν ἀπῄ‐ τησεν αὐτοὺς εὐθύνας, ὅπου γε καὶ τὰ ἑκούσια πταίσματα συγχωρεῖ, τοὺς δὲ δυστρόπους τυφλωθέντας ὑπὸ τοῦ διαβόλου παραδίδωσιν εἰς πάθη καὶ «ἀδόκιμον νοῦν»· ἐν ᾧ γὰρ τοιοῦτοι ἦσαν, οὐ δίκαιον ἦν αὐτοὺς γνῶναι τοῦ μυστηρίου τὸ
5βάθος τοὺς τῆς διανοίας αὐτῶν μύσαντας ὀφθαλμούς.304

433

Jo 12, 45
1 Εἰκὼν ὢν τοῦ πατρὸς δι’ ἑαυτοῦ δείκνυσι τὸν πατέρα. διὰ τούτου τὸ ἀπαράλλακτον σημαίνει τῆς οὐσίας δεικνὺς τὸ ὁμοούσιον· ἀσώματον γὰρ τὸ θεῖον. ταῦτα τὴν ὁμοιότητα σημαίνει.

434

Jo 12, 45
1 Διὰ τὸ ἀσθενὲς τῶν ἀκροατῶν ὡς ἄνθρωπος λαλεῖ. ὅταν ἐγὼ τιμῶμαι, μὴ ἄνθρωπον νομίσητε τιμᾶν· δι’ ἐμοῦ γὰρ ὁ πατὴρ τιμᾶται.

435

Jo 12, 46
1 Ὡς οὖν ὁ πατὴρ φῶς, οὕτω καὶ ὁ υἱός. διὸ δεῖξαι θέλων ὁ Παῦλος τὴν πολλὴν ἐμφέρειαν «ἀπαύγασμα» καλεῖ τοῦ πατρὸς τὸν υἱόν, ὥσπερ τὸ φῶς φανὲν καὶ ἑαυτὸ δῆλον ποιεῖ καὶ τὰ ὁρώμενα, οὕτως ὁ υἱὸς φῶς ὢν καὶ ἐλθὼν καὶ ἑαυτὸν ἐγνώρισεν ἡμῖν καὶ τὸν πατέρα.

436

Jo 12, 47—48
1 Ὁ σκοπὸς τῆς νῦν παρουσίας γέγονεν οὐ διὰ τὸ κρῖναι, ἀλλὰ διὰ τὸ σῶσαι τοὺς πιστούς. ἵνα δὲ μὴ δῷ αὐτοῖς ἀφορμὴν ἀπιστίας, ἐπὶ τὸν πατέρα ἀνάγει
τὴν αἰτίαν τῆς εἰς αὐτὸν ἀπιστίας.305

437

Jo 12, 48
1 Ὁ λόγος γὰρ ὁ τῆς ταπεινοφροσύνης αὐτοῦ κατακρίνει αὐτούς. αὐτὸς ὁ υἱὸς μέλλει κρίνειν τοὺς ἀπειθεῖς, οὐ μὴν ὁ λόγος· αἰνιγματωδῶς γὰρ λαλεῖ. ἐν ἡμέρᾳ κρίσεως ὁ πρὸς σωτηρίαν ἡμᾶς καλέσας λόγος ἀπειθήσαντας τιμω‐ ρεῖται.

438

Jo 12, 49
1 Λόγος ὢν τοῦ πατρὸς αὐτὸς ἑρμηνεύει τὰ ἐν τῷ πατρὶ καὶ φανεροποιεῖ. διὸ καὶ ἐντολὴν ἑαυτὸν εἰληφέναι λέγει· οὕτω γὰρ καὶἐν ἡμῖν λόγος δημο‐ σιεύει τὰ ἐν τῷ νῷ.

439

Jo 12, 49
1 Ὡς ἐκ πατρὸς λέγει ταῦτα ποιεῖν, ἐπείπερ ἑώρων αὐτὸν οἱ Ἰουδαῖοι τὴν τοῦ νόμου σκιὰν μεταπλάττοντα ἐπὶ τὸ πνευματικώτερον.

440

Jo 12, 50
1 Τοῦτο λέγων οὐ τὴν ἑαυτοῦ ἐξουσίαν ἀνῄρει, ἀλλὰ δείκνυσιν, ὅτι οὐδὲν ἀλλότριον πατρὸς ἐν υἱῷ. οὐδὲν ἐναντίον φθέγγομαι τῷ πατρὶ οὐδὲ ὡς ἴδιον
μόνον, ἀλλὰ κοινόν.306

441

Jo 13, 1
1 Προῄδει τὸ πάθος, διὸ λεκτέον, ὅτι ἑκὼν ἦλθεν εἰς τὸ παθεῖν· οὐ γὰρ ἂν ἄκων ὑπέμενεν τὸν οὕτως ἐφύβριστον θάνατον. ὥραν λέγει τὴν τοῦ πάσχα ἑορτήν, καθ’ ἣν πέπονθε, μετάβασιν λέγει τὸν θάνατον αὐτοῦ.

442

Jo 13, 1
1 Ἠγάπα μὲν αὐτοὺς καὶ πρὸ τοῦ πάσχα γεγονὼς ἄνθρωποσὅτε δὲ καὶ ἐπέδωκεν ἑαυτὸν εἰς τὸ ἀποθανεῖν, τότε τελείως ἐνεδείξατο τὴν εἰς τοὺς ἀνθρώ‐ πους ἀγάπην. οὐ μόνον Ἰουδαίους, ἀλλὰ καὶ ἄλλους ἔχει ἰδίους ὡς δημι‐ ουργός. ἰδίους λέγει πάντας τοὺς ἐν τῷ κόσμ.

443

Jo 13, 2
1Παράδοσιν καλεῖ τὴν τῶν πιστῶν σωτηρίαν, ἣν καὶ αὐτὸς ἀντιπαραδίδωσι
τῷ πατρί, ὅτι ἐκ τῆς οὐσίας ἐγεννήθη τοῦ πατρός.307

445

Jo 13, 2
1 Ὡς ἐκπληττόμενος ὁ εὐαγγελιστὴς λέγει, ὅτι τοῦ προθεμένου αὐτὸν παρα‐ δοῦναι εἰς θάνατον τοὺς πόδας ἔνιψεν. τῇ πέμπτῃ τὸ δεῖπνον, τῇ τετράδι ὁ Ἰούδας συνέθετο παραδοῦναι τὸν Χριστόν, διὸ εἶπε τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν, ἵνα παραδῷ αὐτὸν ὁ Ἰούδας.

446

Jo 13, 6
1 Διὰ τῆς ἁφῆς ἐκαθάριζεν αὐτῶν τοὺς πόδας εἰς ἑτοιμασίαν τοῦ εὐαγ‐ γελίου. ἄγει δὲ καὶ εἰς ταπεινοφροσύνην.

447

Jo 13, 7
1 Ὅταν, φησίν, ἀναληφθῶ, τότε ἐκ τῆς τοῦ πνεύματος χάριτος μαθήσῃ τὸ γινόμενον.

448

Jo 13, 8
1 Ἐὰν μὴ καταδέξῃ τὸ τῆς ταπεινοφροσύνης μάθημα, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ ἤτοι ἐὰν μή τις ἀπονίψηται τὸν τῆς ἁμαρτίας ῥύπον διὰ τῆς Χριστοῦ χάριτος, οὐ τυγχάνει τῆς ζωῆς οὔτε ἀπολαύει τῆς τῶν οὐρανῶν βασιλείας.

449

Jo 13, 9
1Τὴν ἀρχὴν διὰ ταπεινοφροσύνην ἀντειπὼν νῦν δι’ ὑπερβολὴν εὐλαβείας
περισσόν τι λέγει ἀμφότερα ὁ Πέτρος ἐξ ἀγάπης σφοδρᾶς εἰπών.308

450

Jo 13, 11
1 Καθαροὶ ἦσαν τῇ διδασκαλίᾳ φωτισθέντες καὶ ἀπαλλαγέντες τῆς Ἰουδαϊκῆς πλάνης καὶ πᾶσαν πονηρίαν ἀποβαλόμενοι τῷ συνεῖναι Χριστῷ. δι’ ὧν δὲ τοῖς ἄλλοις μαρτυρεῖ καθαρότητα, μεμολυσμένον ἀποδείκνυσι τὸν μὴ καθαρόν.

451

Jo 13, 13
1Εἰπὼν τὸ εἰμὶ ἔδειξεν, ὅτι φύσει θεός ἐστι καὶ διδάσκαλος.

452

Jo 13, 14
1 Οὐχ ὅτι ῥυπαροὶ ἦσαν, ἔνιπτεν αὐτούς, ἀλλ’ ἵνα διδάξῃ μετριάζειν. οὐ λουτροῦ τάξιν ἐπέχει ὁ νιπτὴρ οὐδὲ ἁμαρτήματα κουφίζει, ἀλλ’ εἰς τελείαν ἀρετὴν ὁδηγεῖ.

453

Jo 13, 15
1 Οὐ μόνον λόγῳ, ἀλλὰ καὶ ἔργῳ τῆς τελείας ταπεινοφροσύνης δέδωκε τὸ ὑπόδειγμα.

454

Jo 13, 17
1 Οὐ τὸ εἰδέναι τὴν ἀρετὴν ζηλωτόν, ἀλλὰ τὸ ἐργάζεσθαι· τὸ γὰρ εἰδέναι καὶ μὴ ποιεῖν πλείω κόλασιν ἐπάγει. τὸ δὲ εἰδέναι τυχὸν πολλῶν, τὸ δὲ ποιεῖν
οὐ πάντων. διὸ εἶπεν· μακάριοί ἐστε ἐὰν ποιῆτε.309

455

Jo 13, 18
1 Οὐ διὰ τὸ ἀποβῆναι τοὺς τοῦ πνεύματος λόγους ἠναγκάσθη ὁ Ἰούδας προδοῦναι, ὅπερ ἐστὶ πάσης βλασφημίας ἀνάμεστον, ἀλλ’ ἵνα γνῶμεν, ὅτι περὶ ἐκείνου εἶπεν ἡ γραφή, ὃν ὁρῶμεν ποιήσαντα τὸ προλεχθέν. εἰ δὲ ὁ κύριος ἐξελέξατο τὸν Ἰούδαν καὶ παρέβη, οὐδὲν ἐκ τούτου· καλὸν γὰρ ὄντα αὐτὸν
5ἐξελέξατο καὶ μετεβλήθη ὡς ὁ Ἀδὰμ καὶ ὁ Σαούλ· τὸ γὰρ αὐτεξούσιον οὐκ ἀναιρεῖ ὁ θεός, ἀλλὰ συγχωρεῖ ἕκαστον, καθὼς βούλεται, πράττειν, ἵνα καὶ οἱ κακοὶ κολασθῶσι καὶ οἱ ἐνάρετοι στεφανωθῶσιν.

456

Jo 13, 26
1 Διὰ τοῦ ψωμίου ἐπλήρωσεν ὁ κύριος τὴν προφητείαν τὴν λέγουσαν «ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν».

457

Jo 13, 27
1 Τῇ τετράδι ἐνέβαλεν ὁ σατανᾶς τῷ Ἰούδα, ἵνα προδῷ τὸν κύριον καὶ ἐλάλησε τοῦτο τοῖς Ἰουδαίοις τῇ πέμπτῃ ἑσπέρας. ἐπειδὴ εἶδε τὸν Ἰούδαν θέλοντα ἔργῳ παραδοῦναι τὸν κύριον καὶ σπεύδοντα εἰς τοῦτο, τότε εἰσῆλθε εἰς αὐτόν. ἄλλο οὖν ἐστι τὸ ἐμβαλεῖν καὶ ἄλλο τὸ εἰσελθεῖν εἰς αὐτόν, ὥσπερ
5ἄλλο ἐστὶ τὸ πλῆξαί τινα χειρὶ ἔξωθεν καὶ ἄλλο τὸ δοῦναί τινι καιρίαν καὶ
εἰσωθῆσαι τὸ ξίφος.310

458

Jo 13, 27
1 Εἴσοδον λέγει τοῦ διαβόλου ὁ εὐαγγελιστὴς τὸ κυρῶσαι τὸν Ἰούδαν ποιῆσαι τὰ τῷ διαβόλῳ ἀρεστά. ὅτε δῆλον αὐτὸν ἐποίησεν ὁ θεὸς καὶ ἀφώρισεν, τότε αὐτῷ ὁ διάβολος ἐπεπήδησε διὰ τὴν ἄμετρον ἀναισχυντίαν.

459

Jo 13, 27
1 Οὐχ ὡς προστάττων τοῦτο λέγει, ἀλλ’ ὡς ὀνειδίζων ὃν ἀφῆκε πράττειν ὃ ἤθελεν, ἐπείπερ οὐκ ἐβούλετο διορθωθῆναι. ἐπειδὴ τοῦτό σοι δέδοκται, σπούδασον ἐπὶ τὴν κατ’ ἐμοῦ ἐπιβουλήν· οὐ γὰρ λυπεῖ με τὸ παθεῖν.

460

Jo 13, 27
1 Οὐκ αἴτιον τῆς ἀποστασίας Ἰούδα τὸ ἐν τάξει εὐλογίας δοθὲν αὐτῷ ψωμίον, ἀλλ’ ἡ μετὰ τὸν ἔλεγχον ἀμετάθετος κακία. διὸ καὶ ὡς εἰς ἀθύρωτον πόλιν εἰσεπήδησεν ὁ ἐχθρός.

461

Jo 13, 28
1 Ἐπειδὴ τάχα ὁ Ἰωάννης λάθρα αὐτῷ εἶπε καὶ ἤκουσεν, οὐδεὶς ἔγνω· εἰ γὰρ ἔγνωσαν, τάχα ἂν καὶ ἀπέκτειναν αὐτὸν ἢ ὅτι ἐν θορύβῳ ἦσαν ὡς
μὴ εἰδότες τὰ ἐν καρδίᾳ τοῦ Ἰούδα ἠγνόουν τὸ λεχθέν.311

462

Jo 13, 29
1 Ἐάν τις εἴπῃ, πῶς ὁ ἐξ ἀλλοτρίων τρεφόμενος καὶ μήτε πήραν ἢ βαλλάντιον συγχωρήσας βαστάσαι τοῖς μαθηταῖς γλωσσόκομον εἶχε, λεκτέον, ὅτι ἕνεκεν μόνον τῶν πτωχῶν τοῦτο ἐγένετο.

463

Jo 13, 31
1 Εἰ καὶ ὁ υἱὸς πάντα ποιεῖ, ἀλλ’ οὖν δι’ ὧν ὅσα ποιεῖ τῷ πατρὶ ἀνατίθησι, δοξάζει τὸν πατέρα.

464

Jo 13, 31
1 Ὁ Χριστὸς ὡς διὰ τοῦ ἰδίου θανάτου θανατώσας τὸν θάνατον ἐδοξάσθη, διδάσκει, ὅτι τὸ ὑπομεῖναι διὰ τὸν θεὸν ἐπονείδιστα δόξα ἐστίν.

465

Jo 13, 31
1 Ἐδοξάσθη ὁ πατὴρ ἐν υἱῷ, ἐπειδὴ ἐγνώσθη τίνος ἐστὶ πατήρ. οὕτως καὶ ὁ υἱὸς δοξάζεται ὡς τοιοῦτον ἔχων τὸν γεννήσαντα αὐτόν.

466

Jo 13, 32
1 Δι’ ἑαυτοῦ ὁ πατὴρ δοξάσει τὸν υἱὸν καὶ εὐθύς, ὅ ἐστιν ἐν τῷ σταυρῷ, ὅτε ἥλιος ἐσκοτίσθη, αἱ πέτραι ἐσχίσθησαν καὶ μετὰ πεντήκοντα ἡμέρας τὸ
πνεῦμα κατελθὸν πᾶσι κατάδηλον ἐποίησε τὸν υἱόν.312

467

Jo 13, 33
1Ἐζήτουν αὐτὸν ὡς ἀγαπῶντα καὶ ὡς διδάσκαλον.

468

Jo 13, 33
1 Τοῖς ἀνθρώποις εἶπεν τοῦτο διὰ τὴν αὐτῶν ἀπιστίαν· τοῖς γὰρ μαθηταῖς συνῆν καὶ σύνεστι διὰ παντὸς καὶ ὅτι μετὰ τὴν ἀνάστασιν καὶ εἶδον αὐτὸν καὶ συνέφαγον.

469

Jo 13, 34
1 Καινόν ἐστι τὸ εἶδος τῆς ἐντολῆς ταύτης καὶ ὑπὲρ νόμον τὸ ἀγαπᾶν τὸν πλησίον ὑπὲρ ἑαυτόν. οὐ θέλω ὑμᾶς ἀγαπᾶν ἐκείνους οὓς χρεωστεῖτε, ἀλλ’ οἷς οὐκ ὀφείλετε· καὶ γὰρ κἀγὼ ὑπὲρ ὑμῶν ἀποθνῄσκω, οἷς οὐδὲν ἐποφείλω.

470

Jo 13, 34—35
1 Οὐκ ἐξ ὧν ποιεῖτε σημείων, γνωσθήσεσθε, ὅτι μαθηταί μού ἐστε· τοῦτο γὰρ ὅλον τῆς ἄνωθέν ἐστι χάριτος, ἀλλ’ ἐξ ὧν ἀγαπᾶτε ἀλλήλους καὶ ὁμόνοιαν ἔχετε καὶ χαρίζεσθε ἑαυτούς.

471

Jo 13, 35
1Ὁ Χριστὸς υἱός ἐστιν ἀγάπης, ὅς ἐστιν ἡ κατὰ φύσιν ἀγάπη αὐτοαγάπη
ὢν φύσει καὶ καρπὸς ἀγάπης οὐκ ἐπίκτητον ἔχων τὸ τῆς ἀγάπης ἀγαθόν.313

472

Jo 13, 36
1 Διὰ τὸ ἀδρανὲς ἀπαγορεύει τῷ Πέτρῳ ἀκολουθήσειν αὐτῷ, ὕστερον δὲ ὑπισχνεῖται διὰ τὸ εὔτολμον. ἐπειδὴ καὶ αὐτὸς ὡς ὁ Χριστὸς ἔμελλε σταυ‐ ρωθῆναι, προλέγει τὸ μέλλον αὐτῷ μόνῳ συμβήσεσθαι.

473

Jo 13, 37
1Τύπος ἡμῖν γέγονε Πέτρος ἐρωτᾶν τοὺς διδασκάλους ἅπερ ἀγνοοῦμεν.

474

Jo 13, 37
1 Ἀπιστήσας ποσῶς τοῖς εἰρημένοις ὁ Πέτρος διαπυνθάνεται, οὕτω καὶ ὑπεραποθανεῖν αὐτοῦ ὑπισχνεῖται.

475

Jo 13, 38
1 Ἐπειδὴ οὐ θέλεις πεισθῆναι, ὅτι ἀδύνατόν ἐστι μὴ γενέσθαι ὃ λέγω, ἐν τῇ ἀρνήσει αὐτὸ γνώσῃ. τοῦτο δὲ ὑπέστη οὐ τοῦ Χριστοῦ αὐτὸν εἰς τοῦτο ἀγαγόντος, ἀλλ’ ἐάσαντος αὐτὸν ἔρημον, ἵνα μὴ ἀρθῇ εἰς ἀπόνοιαν.

476

Jo 13, 38
1 Μηδεὶς λεγέτω, ὅτι ὁ Πέτρος διὰ τοῦτο ἠρνήσατο, ὅτι εἶπεν ὁ Χριστός· οὐ γὰρ ἀνάγκην ἐπέθηκεν αὐτῷ ὥστε ἐλθεῖν αὐτὸν εἰς ἄρνησιν, ἀλλ’ ὅπερ ἔμελλεν πάντως ἔσεσθαι, προλέγει τῷ μαθητῇ ὡς θεός. οὐκ ἐξ ἀπίστου δὲ
ψυχῆς γέγονεν ἡ ἄρνησις, ἀλλ’ ἐξ ἀσθενείας.314

477

Jo 13, 38
1 Οὐ πάντες μέλλετε, φησίν, ἀρνήσασθαι, ἡ ἄρνησις τοῦ Πέτρου διὰ τῆς μετανοίας καὶ ὁμολογίας ἐξαλειφθήσεται.

478

Jo 14, 2
1 Εἰ μὴ πάλαι ὑμῖν προπαρεσκεύαστο ὁ τόπος, ἐν ᾧ μέλλετέ μοι συνεῖναι, εἶχον ἀπελθεῖν καὶ ἑτοιμάσαι ὑμῖν τόπον.

479

Jo 14, 3
1 Οὐ χρὴ ἕνεκεν τοῦ ἑτοιμάσαι ὑμῖν τόπον ἀνελθεῖν, ἀλλ’ ἵνα νομὴν ποιήσω ὑμῖν ἀνόδου, ὅπου τὸ τῶν ἀγγέλων οἰκητήριον, ὅπερ ἄβατον ἦν πάσῃ σαρκί. ὅταν οὖν ποιήσω τοῦτο, «ἐν τῇ παλιγγενεσίᾳ» ἐλθὼν λαμβάνω ὑμᾶς μετ’ ἐμαυτοῦ, ἵνα ἦτε ὅπου εἰμὶ ἐγ.

480

Jo 14, 6
1 Ὁδός ἐστιν, ὅτι δι’ αὐτοῦ ἤρχοντο καὶ αὐτὸς κύριος ἦν τοῦ ἀνάγειν πρὸς τὸν πατέρα. ἀλήθεια δὲ διὰ τὴν ἀψευδίαν, ὅτι πάντως ταῦτα ἔσται.
ζωὴ δέ, ὅτι οὐδὲ αὐτός, φησίν, ὁ θάνατος δυνήσεται ὑμᾶς κωλῦσαι ἐλθεῖν.315

481

Jo 14, 6
1 Ὁδός ἐστι διὰ τὸ πρακτικόν, ἀλήθεια ὡς ἀληθὴς τῆς πίστεως ὅρος, ζωὴ ὡς ἐγείρων ἡμᾶς καὶ εἰς ἀφθαρσίαν ἀνάγων καὶ τῆς ἀρχαίας ἐλευθερῶν ἀρᾶς.

482

Jo 14, 7
1 Ὄψιν ὧδε λέγει τὴν κατὰ διάνοιαν γνῶσιν. ὁ οὖν θεωρῶν τὸν υἱὸν οὐ γυμνῇ τῇ οὐσίᾳ, ἀλλὰ σάρκα περιβεβλημένον, τὸν ἴσον αὐτοῦ ἐν ἅπασι γινώσκει πατέρα. ἡ γνῶσις τὴν διὰ τῶν ἐννοιῶν θεωρίαν δηλοῖ, ἡ δὲ θέα τὴν διὰ τῶν θεοπρεπῶν ἔργων πληροφορίαν.

483

Jo 14, 8
1 Ὡς τὸν υἱὸν εἰδὼς ἀκριβῶς εἶπε τοῦτο οἰόμενος τάχα ὀφθαλμοφανῶς δύνασθαι ἰδεῖν τὸν θεόν.

484

Jo 14, 9
1 Οὐδέν, φησίν, ἕτερόν ἐστιν ὁ υἱὸς ἢ ὅπερ ἐστὶν ὁ πατὴρ μένων υἱός· εἰ γὰρ καὶ ὡς ἔτυχε λέγεις, ὦ Φίλιππε, ὅτι σὲ οἶδα, ὅτι υἱὸς εἶ, ἀλλ’ οὐκ
ἐπέγνως με, ὅτι ὅλον ἔχων ἐν ἐμαυτῷ τὸν πατέρα μένω πάλιν υἱὸς ὤν.316

485

Jo 14, 9
1 Ἐξ ὧν πεποίηκεν ὁ υἱὸς καὶ πρὸ σαρκώσεως καὶ μετὰ σάρκωσιν, φαίνεται κατὰ νοῦν ὡς «ἐν ἐσόπτρῳ» ἡ ἄπειρος αὐτοῦ ἰσχύς.

486

Jo 14, 9
1 Ὁ λόγος σημαίνει τὴν ἄγαν ἐμφέρειαν καὶ ἰσότητα. διὸ ἵνα μὴ ἐμπέσῃ τις εἰς τὴν Σαβελλίου αἵρεσιν διαιρῶν τὰς ὑποστάσεις, ἐπάγει λέγων ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα. τοῦτο δὲ δηλοῖ διὰ τὴν γνῶσιν. ταῦτα περὶ τῆς ἀοράτου λέγει οὐσίας ἑαυτοῦ τε καὶ πατρός· οὐ γὰρ δυνατὸν σαρκικοῖς ὀφθαλμοῖς
5ἰδεῖν τὸ θεῖον. διὸ εἶπεν· ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα, οὐχ ὅτι αὐτός ἐστιν ὁ πατήρ, ἀλλ’ ὅτι διὰ τὴν ἄγαν ἐμφέρειαν ὁ τὸν υἱὸν ὁρῶν τὸν πατέρα βλέπει· ἐστὶ γὰρ ἕκαστος ἰδιοσύστατος.

487

Jo 14, 11
1 Φυσικῶς ἐν τῇ ἰδίᾳ φύσει ἔχων τὰ τοῦ πατρὸς ἴδια διὰ τὸ ὁμοούσιον· οὐσιωδῶς γὰρ ὁ υἱὸς ἐμπεριέχει τὸν πατέρα καὶ ἔστιν ἐν αὐτῷ διὰ τὸ ὁμοούσιον. τοῦτο λέγει, ὅτι οὐκ ἔστιν κτίσμα ὁ υἱός, ἀλλ’ ὁμοούσιος τῷ πατρί.

488

Jo 14, 16—17
1 Εἰπὼν ἄλλον δείκνυσι τῶν ὑποστάσεων τὸ διάφορον, εἰπὼν δὲ ὡς ἐμὲ τῆς οὐσίας τὸ συγγενές. ἐρωτᾶν δὲ λέγει τὸν πατέρα διὰ τὸ εἶναι αὐτοὺς ἀτελεῖς, ἐπεί πως αὐτὸς αὐτὸν πέμπει, ὅπερ οἱ ἀπόστολοι τῇ ἐπιθέσει τῶν χειρῶν ἐδίδουν τοῖς πιστοῖς. οὔτε δὲ τὸ πνεῦμα πέμπεται, ἀλλ’ αὐθεντικῶς
5ἐφίσταται τὸ πανταχοῦ ὄν, ἀλλὰ τοῦτο εἶπε δεικνὺς τῆς παρουσίας τὸν καιρόν· εἰ μὴ γὰρ ἐτύθη Χριστὸς καὶ ἐλύθη ἡ ἁμαρτία, οὐκ ἐπεφοίτησεν τοῖς πιστοῖς
τὸ πνεῦμα. οἰκονομικῶς δὲ ὡς ἄνθρωπος τὸ σέβας διδοὺς τῷ πατρὶ εἶπεν τὸ ἐρωτήσω. ἄλλον δὲ αὐτὸν εἶπεν, ὅτι ἰδιοσύστατος ὑπάρχει οὐχ ὅτι ἀλλότριός ἐστι τοῦ πατρὸς ἢ τοῦ υἱοῦ· ἐκεῖνα γὰρ ἐνεργεῖ, ἅπερ ὁ υἱὸς ποιεῖ ὡς αὐτὸν εἶναι317
10δοκεῖν τὸν υἱὸν τὸ πνεῦμα. διὸ καὶ πνεῦμα ἀληθείας καλεῖται ὅ ἐστιν Χριστός. παράκλητος καλεῖται ὁ υἱὸς καὶ τὸ πνεῦμα ὡς παραμυθίαν ἡμῖν ἐμποιοῦντες καὶ ὡς παρακαλοῦντες ὑπὲρ ἡμῶν τὸν πατέρα· τὸ γὰρ ὄνομα τοῦτο παραμυθίας ἐστὶ ποιητικὸν οὐ διάφορον οὐσίαν σημαῖνον πνεύματος καὶ πατρός.

489

Jo 14, 17
1 Εἰπὼν τὸ μένει ἐδίδαξεν, ὅτι οὐδὲ μετὰ τελευτὴν ἀφίσταται τὸ πνεῦμα, ὥσπερ τῆς θεότητος ποιότης ἐν ὑμῖν γίνεται καὶ ἀπομένει διὰ παντὸς ἐν τοῖς ἁγίοις, ὅταν δι’ ἀρετῆς καὶ καθαρότητος τηρεῖν ἐν ἑαυτοῖς σπουδάσωσιν τὴν χάριν.

490

Jo 14, 17
1 Ἀντὶ τοῦ οἱ κοσμικοὶ οἱ μηδὲν ἔξω τῶν ὁρωμένων νοοῦντες τὸ ἀσώματον ὂν καὶ ἀόρατον οὐ δύνανται λαβεῖν, λαβεῖν εἶπεν, ὅ ἐστιν οὔτε θεωρῆσαι οὔτε οὕτω γνῶναι δύνανται.

491

Jo 14, 18
1 Οὐδέποτε μὲν εἴασεν αὐτοὺς ἐρήμους τῆς αὐτοῦ προνοίας, πλὴν ὤφθη αὐτοῖς καὶ μετὰ τὴν ἀνάστασιν. ἐπειδὴ ἐλθὼν ἐκάλεσεν αὐτοὺς «τεκνία», μέλλων
ἀπιέναι εἶπεν ὀρφανούς.318

492

Jo 14, 19
1 Ὅτι ἔμελλε μόνοις αὐτοῖς ὀφθῆναι μετὰ τὴν ἀνάστασιν, πᾶσιν εἶπεν μικρόν. μικρὸν χρόνον λέγει τὸν ἕως τῆς δευτέρας παρουσίας· μικρὸν γὰρ θεῷ καὶ ὁ μακρὸς χρόνος. ὑμεῖς δὲ οἱ ἅγιοι διὰ τῆς τοῦ πνεύματος ἐνοικήσεως γνώσεσθέ με, οὐ μὴν οἱ τὰ τοῦ κόσμου ἀγαπῶντες.

493

Jo 14, 19
1 Ἀρραβὼν τῆς μελλούσης ζωῆς, ἧς ἔχετε λαβεῖν, ἐστὶν ἡ ἐμὴ ἀνάστασις. ζωὴν λέγει ζῆν τοὺς μαθητὰς οὐ μόνον τὴν παροῦσαν, ἀλλὰ τὴν μέλλουσαν.

494

Jo 14, 20
1 Ὅτε ἀνέστη ἐκ νεκρῶν καὶ ἔτυχον τοῦ ἁγίου πνεύματος, ἔλαβον γνῶσιν, ὅτι ὁ υἱὸς τὴν αὐτὴν ἔχων δύναμιν τῷ πατρί, ἐκείνου μὲν οὐκ ἀποσχίζεται διὰ τὴν τῆς οὐσίας ἑνότητα, αὐτοῖς δὲ σύνεστιν ἀεὶ βοηθῶν αὐτοῖς. ἐγὼ ζωὴ φύσει ὑπάρχων συνῆψα ἐμαυτὸν τῷ πατρὶ φύσει καὶ αὐτοζωῇ ὄντι. καὶ συνῆψα δὲ καὶ
5ὑμᾶς τῷ πατρὶ διὰ τῆς συνοικήσεως τοῦ ἁγίου πνεύματος «θείας φύσεως» ποιήσας ὑμᾶς κοινωνούς· ἐγὼ μὲν γὰρ φυσικῶς ἐν πατρὶ ὡς καρπὸς αὐτοῦ, ὑμεῖς δὲ ἐν ἐμοὶ καθ’ ὃ γέγονα ἄνθρωπος, καὶ ἐγὼ ἐν ὑμῖν διὰ τῆς τοῦ
πνεύματος ἐνοικήσεως.319

495

Jo 14, 20
1 Μετὰ τὴν ἀνάστασιν οἱ ὀρθῶς πιστεύοντες τελείως γνώσονται· νῦν «γὰρ ἐκ μέρους γιγνώσκομεν», ὅτι ὥσπερ ἐστὶν ὁ υἱὸς ὁμοούσιος τῷ πατρί, οὕτω καὶ ἓν ἀμφοτέρων θέλημα.

496

Jo 14, 21—23
1 Ἵνα μὴ πάντας ἁπλῶς τῆς τοιαύτης ἀπολαύσεσθαι δωρεᾶς νομίζωμεν καὶ εἰ μή τινες εἶεν ἀγαθοί, τὸ τῶν ἀγαπώντων αὐτὸν πρόσωπον εὐθὺς τῷ λόγῳ παρέζευξεν. οὗτοι δ’ ἂν εἶεν οἱ ἄριστα ζῆν ἐγνωκότες· καὶ διὰ τοῦ ἔχειν καὶ τηρεῖν αὐτοῦ τὰς ἐντολὰς δείκνυσιν οὐ πᾶσιν ἐξεῖναι τῆς τοιαύτης δωρεᾶς
5τυχεῖν, ἀλλὰ τοῖς ἀγαθοῖς· μετὰ γὰρ τὴν ἀνάστασιν οἱ ὀρθῶς πιστεύσαντες καὶ τελείως πολιτευσάμενοι τελείως γνώσονται τὴν τῆς θεότητος δόξαν. τοὺς δὴ τοιούτους, φησίν, ἀγαπήσει μὲν ὁ πατήρ, ἀγαπήσει δὲ καὶ ὁ υἱὸς, οἷς τελείως ἐμφανισθήσεται ἡ τῆς θεότητος ἐξουσία καὶ δύναμις.

497

Jo 14, 22
1 Ὡς φιλάγαθος ὁ Ἰούδας πάντας ἤθελεν ἀπολαῦσαι τῆς θεοπτίας τῶν ἀγαθῶν.

498

Jo 14, 23
1 Ὁ πατὴρ ἐν τῷ υἱῷ ἐστι φυσικῶς, ἐν ἡμῖν δὲ σχετικῶς καὶ ὅταν ἀκούσωμεν ἕνωσιν πατρὸς καὶ υἱοῦ, τὴν φυσικὴν νοοῦμεν, ὅταν δὲ ἕνωσιν θεοῦ καὶ
ἀνθρώπων, σχετικὴν νοοῦμεν τὴν ἐκ πίστεως προσγινομένην τοῖς ἁγίοις καὶ τὴν ἀπὸ τῆς τοῦ πνεύματος μετοχῆς κοινωνίαν. εἰπὼν δὲ πληθυντικῶς τὴν320
5Σαβελλίου ἀναιρεῖ αἵρεσιν τὴν λέγουσαν μίαν ὑπόστασιν καὶ ἓν πρόσωπον πατρὸς καὶ υἱοῦ.

499

Jo 14, 23
1 Διδάσκει, ὅτι μόνοις τοῖς μαθηταῖς ἐξαιρέτως καὶ ὑπὲρ λόγον ἔσται ἡ ἔλλαμψις, ὑπὲρ ὧν τηροῦσι τὰς ἐντολάς.

500

Jo 14, 24
1 Δοκεῖ λέγειν τὸν λόγον ἑαυτοῦ καὶ οὐχ ἑαυτοῦ, ὅτι οὐδὲν ἔξω τοῦ πατρὸς λαλεῖ ὡς ἴδιον, ἀλλὰ τὸ δοκοῦν ἐκείνῳ κοινός ἐστιν ὁ ἐμὸς καὶ τοῦ πατρὸς λόγος.

501

Jo 14, 26
1 Οὐκοῦν οὐ πρῶτοι ἔτυχον τοῦ πνεύματος οἱ περὶ Μοντανὸν μετὰ διακόσια ἔτη καὶ προσγεγονότες· τί γὰρ εἶχεν αὐτοὺς ἀναμνῆσαι τὸ πνεῦμα ὧν οὐδὲν ὅλως ἤκουσαν παρὰ Χριστοῦ.

502

Jo 14, 26
1 Μὴ ἐπαχθῶς φέρετε τὴν ἐμὴν ἀπουσίαν· ὅταν γὰρ ἔλθῃ τὸ πνεῦμα, μεγάλων ἀγαθῶν ἔσται ὑμῖν πρόξενον διδάσκον ὑμᾶς τὴν τῶν ἐμῶν λόγων ἀσφάλειαν καὶ παραμυθούμενον ἐκ τῶν συνεχουσῶν ὑμᾶς θλίψεων. ὅταν ἔλθῃ
τὸ πνεῦμα, πολλὰ καὶ ἃ οὐκ ἴστε μαθήσεσθε καὶ ἃ εἶπον ἐπαναμιμνῄσκει.321

503

Jo 14, 27
1Μὴ θορυβεῖσθε ἀκούσαντες, ὅτι μέλλω πάσχειν· πολὺ γὰρ ἐκ τούτου κέρδος.

504

Jo 14, 27
1 Ἡ τοῦ κόσμου εἰρήνη ἐστίν, ὅπου καὶ ἐπὶ κακῷ γίνεται, ἡ δὲ τοῦ Χριστοῦ εἰρήνη οὐ μόνον πρὸς τοὺς ἔξω εἰρηνεύειν πείθει, ἀλλὰ καὶ πρὸς ἑαυτούς, ἵνα μὴ ἡ σὰρξ στασιάζῃ κατὰ τῆς ψυχῆς.

505

Jo 14, 27—28
1 Ἔδει ὑμᾶς ἀκούσαντας, ὅτι πρὸς τὸν πατέρα ὑπάγω, θαρρεῖν καὶ μὴ λυπεῖσθαι.

506

Jo 14, 28
1 Ἐπάνοδον λέγει τὸν καιρὸν τῆς ἀναστάσεως. οὐ τὸ μείζονα εἶναι τὸν πατέρα ποιεῖ αὐτὸν ἑτέρας οὐσίας, ὡς οἱ αἱρετικοί φασιν. ὅτε ἦν ἐπὶ γῆς ὡς ἄνθρωπος, μείζονα εἶπε τὸν πατέρα. τοῦτο διὰ τὸ φαινόμενον σῶμα λέγει, ἐπεὶ καθό ἐστι θεός, οὐδὲ ἥττων ἐστὶ τοῦ πατρὸς οὐδὲ εἰς οὐρανοὺς ἀνάγεται ὁ τὰ
5πάντα πληρῶν καὶ ἀχώριστος ὢν τοῦ πατρός.322

507

Jo 14, 30
1Τοῦ πάθους ἑστηκότος οὐκέτι χρεία ῥημάτων.

508

Jo 14, 31
1 Διὰ τὴν πρὸς θεὸν ἀγάπην ἀποθνῄσκων ἑκὼν ὅπερ οὐδὲν ἔχει βλάβος, ἐπεὶ οὐκ ἂν τοῦτο ἠβούλετο ὁ ἀγαπῶν αὐτὸν πατήρ.

509

Jo 15, 1
1 Ὁ Χριστός ἐστιν ἡ ῥίζα καὶ ἄνευ τῆς εἰς αὐτὸν πίστεως καὶ τῆς ἐξ αὐτοῦ δυνάμεως οὐδὲν οὐδεὶς δύναται ποιῆσαι, ἣν ὁ πατὴρ οὐ γεωργεῖ ὡς μὴ χρῄζουσαν ἐπιμελείας, ἀλλὰ τὰ κλήματα. κλήματα δέ εἰσιν τοῦ Χριστοῦ ὡς ἑνωθέντες αὐτῷ οἱ πιστοὶ διὰ τῆς ἐνοικήσεως τοῦ ἁγίου πνεύματος καὶ γεγονότες «θείας
5φύσεως κοινωνοί», οἳ καὶ ἐπιμελείας τυγχάνουσι παρὰ τοῦ πατρός. ὁ δὲ Χριστὸς ὡς ῥίζα συνέχει τοὺς πιστοὺς καὶ ζωογονεῖ διὰ τοῦ ἁγίου πνεύματος· οὐ γὰρ ἀφ’ ἑνὸς γέγονε προσώπου ἡ σωτηρία, ἀλλ’ ἀπὸ τῆς θείας τριάδος.

510

Jo 15, 2
1 Ὁ πιστὸς κλῆμά ἐστι τῆς νοητῆς ἀμπέλου, ὅς ἐστι Χριστὸς καὶ οὐδὲν ὠφελεῖται ἐκ μόνης πίστεως, ἀλλὰ χρεία καὶ ἐναρέτων ἔργων ἅπερ γίνεται διὰ
καθαρμῶν.323

511

Jo 15, 2
1 Οἱ κολλώμενοι «τῷ κυρίῳ» καὶ μὴ ἀξίως αὐτοῦ πολιτευόμενοι κολάζονται, οἱ δὲ εὐσεβεῖς ζῶντες πολὺν φέρουσι τὸν καρπόν. ἐὰν πίστιν ἔχωμεν, ἔργα δὲ μὴ ἔχωμεν, ὡς νεκρὰ καὶ ἄκαρπα κλήματα ἐκβάλλει κόπτων. ἤτοι κλήματα ἄκαρπά εἰσιν οἱ Ἰουδαῖοι.

512

Jo 15, 2—3
1 Ταῦτα λέγει περὶ ὧν ἔμελλον ὑπομένειν πειρασμῶν, οἵτινες αὐτοὺς ἐποίουν δοκιμωτέρους. οἱ εὐσεβῶς ζῶντες πολὺν φέρουσι καρπόν.

513

Jo 15, 4
1 Κἂν ἑνωθῇ τις Χριστῷ διὰ τοῦ ἐν πνεύματι ἁγιασμοῦ, ἀλλὰ χρῄζει καὶ τῆς τελείας ἀγάπης ἔχεσθαι καὶ ἀκολουθεῖν αὐτῷ· ὁ γὰρ ἀποκοπεὶς ἀπὸ Χριστοῦ διὰ τὸ μὴ ἔχειν τέλειον τὸν ἁγιασμὸν καὶ τὴν ἀγάπην, οὐ δύναταί τι ποιῆσαι ἀγαθόν.

514

Jo 15, 4
1 Διὰ τὸ μὴ δύνασθαι καρποφορεῖν εἰ μὴ μόνους τοὺς προσηλωμένους αὐτῷ καλεῖ ἑαυτὸν ἄμπελον ὡς ἐξ αὐτοῦ δυναμουμένους.

515

Jo 15, 5
1Καὶ αὐτὸς οὐχ ἥττων τοῦ πατρὸς συντελεῖ πρὸς τὴν τῶν μαθητῶν ἐπι‐
μέλειαν.324

517

Jo 15, 7—8
1 Ἀντὶ τοῦ χαίρει ὁ πατήρ, ὅταν ἐν ἐμοὶ μείνητε. δι’ ὧν ποιεῖτε, εὐφημεῖ‐ ται ὁ πατήρ.

518

Jo 15, 8
1 Τοῦτο ποιεῖ Χριστοῦ μαθητὰς καὶ καρπὸν πολὺν φέρειν τὸ πνευματικῶς τῷ θεῷ δουλεύειν παρατρέχοντας τὸ γράμμα.

519

Jo 15, 9
1Ἐν ἡμῖν ἐστιν ἀγαπῆσαι τὸν θεόν· οὐ γὰρ βιάζεται ἡμῶν τὸ αὐτεξούσιον.

520

Jo 15, 10
1Οὐ γὰρ μόνον δεῖ πιστεύειν, ἀλλὰ καὶ ποιεῖν τὰς ἐντολάς.325

521

Jo 15, 12—13
1 Ὡς διδάσκαλος τῆς οἰκουμένης παραδίδωσιν αὐτοῖς ταῦτα ὁ Χριστός, ὅτι ἡ ἀγάπη κεφάλαιόν ἐστι τῶν ἀρετῶν, ἡ ἐντολὴ αὐτοῦ τὸ ὑπεραποθνῄσκειν τῶν φίλων καὶ τὸ ὑπὲρ ἑαυτοὺς ἀγαπᾶν τοὺς φίλους.

522

Jo 15, 13
1 Δείκνυσιν, ὅτι ἡ ἀναχώρησις αὐτοῦ οὐκ ἦν μίσους, ἀλλ’ ἀγάπης· ὑπὲρ γὰρ ὑμῶν ἀποθνῄσκω.

523

Jo 15, 14
1 Διὰ τὴν ἀρετὴν τὸ τῶν δούλων ὑπερβάντες μέτρον γεγόνασι φίλοι. ἀνακομίζει δὲ τοὺς δούλους ἐπὶ τὴν ὑπὲρ φύσιν δόξαν, ἐὰν ἑκουσίως ποιῶσι τὰ τῷ θεῷ ἀρεστά.

524

Jo 15, 15
1 Ἀντὶ τοῦ ὅσα ἐχρῆν ἀκοῦσαι αὐτούς· ὃ δὲ λέγει αἰνιγματωδῶς, τοῦτό ἐστιν, ὅτι οὐχ ὡς δούλοις εἶπον ὑμῖν τὰ ἀπόρρητα, ἀλλ’ ὡς φίλοις καὶ κοινωνοῖς τῶν ἀγαθῶν.

525

Jo 15, 16
1Ὁ υἱὸς 〈ἀντὶ〉 τοῦ πατρὸς 〈τὸ〉 αἰτούμενον δίδωσιν, ἵνα γνῶμεν, ὅτι οὐκ
ἦν ἐλάττων τοῦ πατρὸς ὁ υἱός.326

527

Jo 15, 18
1 Ὑπὲρ ἡμῶν ἐστι τοῦτο· δι’ ἐμὲ γὰρ τοῦτο πάσχετε. διὸ μὴ ἀλγεῖτε μηδὲ δυσχεραίνετε· οὐ γάρ ἐστέ μου κρείττους.

528

Jo 15, 18
1 Εἰ ἐφίλουν ὑμᾶς οἱ πονηροί, ὅ ἐστι ὁ κόσμος, δηλονότι καὶ ὑμεῖς πονηροὶ ἦτε.

529

Jo 15, 19
1 Ὁ τῶν τοῦ κόσμου καταφρονῶν, εἰ καὶ ἐκ τοῦ κόσμου ἐστίν, λέγεται μὴ εἶναι ἐκ τοῦ κόσμου.

530

Jo 15, 20
1 Εἰ ἐγὼ ὑπὲρ τῶν δούλων πάντα ἔπαθον, ὅταν ὑμεῖς οἱ δοῦλοι ὑπὲρ τοῦ δεσπότου πάσχητε τὰ ὅμοια, οὐκ ὀφείλετε βαρέως φέρειν. εἰ τὰ ὅμοιά μου πάθητε, μὴ θορυβεῖσθε· οὕτω γὰρ γίνεσθε κοινωνοὶ τῶν ἐμῶν παθημάτων. εἰ
καὶ πρὸς ἐμὴν ὕβριν τοῦτο ποιοῦσιν, ἀλλὰ δι’ ἐμοῦ καὶ τὸν πατέρα ὑβρίζουσιν.327

531

Jo 15, 20
1 Οὐδέν, φησίν, παρέλειψα τῶν εἰς ὠφέλειαν τῶν Ἰουδαίων συντεινόντων, οὐκ ἐν λόγοις, οὐκ ἐν ἔργοις, ὧν μὴ εἶδέ τις ὅμοια.

532

Jo 15, 25
1 Καὶ διὰ τοῦ προφήτου ἔδειξεν, ὅτι ἄλογον ἦν τὸ κατ’ αὐτοῦ μῖσος. πονηρία τῶν Ἰουδαίων ἐπλήρωσε τὸ προφητευθέν.

533

Jo 16, 1
1 Διὰ τὸ γνῶναι ὑμᾶς, ὅτι ὡς φύσει θεὸς οἶδα πάντα, προλέγω τὰ ἐσόμενα καὶ ἵνα πιστεύητε, ὅτι δύναμαι ὑμᾶς ἐλευθερῶσαι τῶν ἐπαγομένων ὑμῖν κινδύνων.

534

Jo 16, 2
1 Τοσαύτη ἔσται ἡ μανία τῶν ὑμᾶς ἀποκτεινόντων οὐ μόνον Ἰουδαίων, ἀλλὰ καὶ ἐθνικῶν καὶ αἱρετικῶν, ὅτι λατρείας θεοφιλοῦς δύναμιν εἶναι νομίζουσι τὸ
σφάξαι ὑμᾶς.328

535

Jo 16, 4
1 Ἵνα μὴ τῷ χρόνῳ ἀμαυρωθῇ τὰ λεγόμενα, ἐσιώπων τὴν κατ’ εὐσέβειαν ἀρετὴν διδάξαι.

536

Jo 16, 6
1Ὑπὸ τοῦ δέους καὶ τῆς λύπης ἐξέστησαν καὶ ἐσιώπησαν.

537

Jo 16, 7
1 Ἐὰν μὴ πάθω, οὐκ ἐπιφοιτᾷ ὑμῖν τὸ πνεῦμα τὸ πάσης δόσεως ἀγαθῆς αἴτιον.

538

Jo 16, 8
1 Τοσαύτη ἐστὶν ἡ δύναμις τῆς τοῦ ἁγίου πνεύματος καθόδου, ὅτι τότε φανερωθήσεται ἡ τῶν εἰς ἐμὲ πεπλημμεληκότων ἁμαρτία. ὅσοι μετὰ τὴν τοῦ ἁγίου πνεύματος κάθοδον οὐκ ἐπίστευσαν εἰς τὸν Χριστόν, ἔμειναν ἐν ταῖς ἑαυτῶν ἁμαρτίαις, ὡς ἁμαρτωλὸς κατακρίνεται ὁ μὴ πιστεύσας εἰς τὸν ἀνα‐
5μάρτητον.

539

Jo 16, 11
1Κατεκρίθη ὡς ἀποκτείνας διὰ τῶν Ἰουδαίων τὸν Χριστὸν ἀναμάρτητον
ὄντα, ἐπειδὴ προφασιζόμενος ἔλεγεν, ὅτι ὁ Ἀδὰμ οὐ δι’ ἐμὲ ἀπέθανεν, ἀλλ’ ὅτι ἥμαρτεν. ἐπειδὴ δὲ μετὰ τὸ πάθος διὰ τοῦ ἁγίου πνεύματος γίνονται αἱ ἰάσεις, διὰ τῶν πραγμάτων δείκνυται τοῦ διαβόλου ἡ κατάλυσις.329

540

Jo 16, 12
1 Ὡς ἄδικος ὁ μὴ πιστεύσας εἰς τὸν δίκαιον τὸν διὰ τὴν δικαιοσύνην αὐτοῦ ἀναληφθέντα εἰς οὐρανοὺς καὶ ἀφανῆ γεγονότα τοῖς ἀνθρώποις. ὡς ῥᾴθυμος, ὅτι κατακλασθέντος τοῦ σατανᾶ οὐδὲ οὕτως αὐτὸν ἠθέλησε νικῆσαι.

541

Jo 16, 12—13
1 Ἀντὶ τοῦ συνῳδά μοι λαλεῖ· οὐ γὰρ ἐνδεὲς τὸ πνεῦμα· ἰδιοσύστατον γὰρ ὂν ὡς ὁμοούσιον πατρὸς καὶ υἱοῦ πάντα οἶδε καὶ ἰσχύει φ’ ἑαυτοῦ ποιεῖν.

542

Jo 16, 13
1 Ὅταν τὸ πνεῦμα διδάξῃ ὑμᾶς, τότε δυνήσεσθε τῶν νομικῶν ἀποστῆναι τύπων καὶ τὴν «ἐν πνεύματι καὶ ἀληθείᾳ» ποιῆσαι λατρείαν. οὐ μεῖζον τοῦ υἱοῦ τὸ πνεῦμα, φησίν. διὸ οὐδὲν φ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ἃ ἀκούει· ἃ γὰρ ἐγώ, κἀκεῖνος ἐρεῖ.
5 τὸ πνεῦμα διδάξει τοὺς ἀνθρώπους τὰ τῆς τοῦ υἱοῦ θεότητος καὶ δόξης καὶ τῆς πρὸς τὸν πατέρα ἰσότητος. οὐ δι’ ἀσθένειαν οὐ λαλεῖ, ἀλλὰ διὰ τὴν ἀκριβῆ συμφωνίαν τῆς τριάδος
τοῦτο εἶπεν.330

543

Jo 16, 14
1 Ὡς φυσικῶς ἔχων ὁ υἱὸς τὰ τοῦ πατρὸς διὰ τὸ ὁμοούσιον εἶπεν καὶ τὰ τοῦ πνεύματος ἴδια αὐτοῦ εἶναι ὡς ὄντα κοινὰ τὰ τῆς τριάδος.

544

Jo 16, 16
1 Ἵνα μὴ λυπήσῃ τοὺς μαθητάς, καὶ οὐκ εἶπεν, ὅτι ἀποθνῄσκω, ἀλλ’ οὐ θεωρεῖτέ με.

545

Jo 16, 18
1 Ὑπὸ τῆς λύπης οὐκ ἐνενόουν καὶ ὅτι μὲν ἀπῄει ᾔδεσαν, πῶς δὲ ἥξει, οὐκ ᾔδεσαν· ἠγνόουν γὰρ τὴν ἀνάστασιν πρὸ τῆς ἐκβάσεως.

546

Jo 16, 19—20
1 Ἐπειδὴ σφόδρα λυπούμενοι οὐκ ἤθελον ἀκούειν περὶ τοῦ θανάτου αὐτοῦ, βουλόμενος αὐτοῖς ἐμπῆξαι τὸ δόγμα τοῦτο εἶπεν τὸ κλαύσετε, μετὰ τὴν λύπην ἔσται χαρά.

547

Jo 16, 21
1 Μισθὸς τῆς λύπης ἔσται ὑμῶν ἡ χαρὰ ὡς καὶ τῇ λύπῃ τῆς ὠδινούσης ἡ ἀπὸ τοῦ τοκετοῦ χαρά. ἐπειδὴ 〈ὅτε〉 ἀπέθανεν, αὐτοῖς ἐφαίνετο ἀπὸ λύπης εἰς
χαρὰν ἐλθεῖν, τῷ τῆς τικτούσης παραδείγματι κέχρηται.331

548

Jo 16, 22
1 Ἐπειδὴ πεισθήσεσθε, ὅτι ὡς θεὸς ἀνέστην καὶ οὐκέτι ἀποθνῄσκω, κἂν μετὰ τῆς σαρκὸς ἀναβῶ εἰς τὸν οὐρανόν.

549

Jo 16, 25
1Τὸν τῆς ἀναστάσεως καιρὸν λέγει.

550

Jo 16, 25
1 Ὡς γὰρ ἐν παροιμίαις λαλεῖ ταῦτα ὁ Χριστὸς ὡς παρακατιὼν λέγει· οὐ γὰρ δύναται κατὰ τὸ γράμμα νοεῖσθαι. ἐκεῖνος δὲ αἰτεῖ καὶ λαμβάνει ὁ τὰ λυσιτελῆ αἰτῶν πρὸς βελτίωσιν ψυχαῖς. παροιμίαν λέγει τὸν ἀσαφῆ καὶ ἐγκε‐ καλυμμένον λόγον. διὰ τὴν νηπιότητα αὐτῶν ἐπεσκιασμένως λέγει. ὅταν δὲ
5προκόψητε, τότε ἀποκαλύπτω ὑμῖν τὴν τοῦ πατρὸς δόξαν. μετὰ τὴν ἀνάστασιν σαφῶς ὑμῖν ἐρῶ τὰ περὶ τοῦ πατρός. ὅταν λάβητε τὸ πνεῦμα, τότε λήψεσθε σαφῆ τὴν περὶ υἱοῦ καὶ πατρὸς γνῶσιν.

551

Jo 16, 26
1Δύναται μὲν ὡς θεὸς δοῦναι, πλὴν ὡς ἤδη εἰπὼν τὸ αἰτῶ οἰκονομικῶς ὡς
ἄνθρωπος ἐνέμεινεν τῷ λόγῳ.332

552

Jo 16, 28
1 Ἐκ τῆς οὐσίας, φησίν, ἐξῆλθον τοῦ πατρὸς ἀδιαιρέτως ὢν ἐν πατρὶ καὶ ἰδιοσυστάτως ἔχων ἐν ἐμαυτῷ τὸν πατέρα. οὔτε ὅτε γέγονεν ἄνθρωπος ἀπολειφθεὶς τοῦ πατρὸς ἐληλυθέναι λέγεται εἰς τὸν κόσμον οὔτε ὅτ’ ἀνελήφθη μετὰ τῆς σαρκός, ἀπελείφθη τοῦ κόσμου· θεὸς γάρ ἐστι πληρῶν τὰ πάντα.

553

Jo 16, 32
1 Τὸ «ἄρτι πιστεύετε», ἀνθρωπινώτερον τοῦτο λέγει· καθὸ γὰρ θεὸς ὑπάρχω, ἐν τῷ θεῷ καὶ πατρί εἰμι φυσικῶς καὶ ἀδιαστάτως. διὰ συγκατάβασιν εἶπε τοῦτο, ἐπειδὴ οἱ μαθηταὶ ἤθελον ἀκούειν τοῦτο.

555

Jo 16, 33
1 Κρείττων καὶ δυνατώτερος ὤφθη ὁ Χριστὸς πάσης κοσμικῆς ἁμαρτίας καὶ δίδωσι καὶ τοῖς πιστοῖς τὸ νικᾶν. ἢ ὅτι ὁ Χριστὸς ἐξ ἡμῶν γεγονὼς καθὸ ἄνθρωπος, κρείττων ἐφάνη θανάτου καὶ φθορᾶς καὶ εἰς ἡμᾶς ἡ χάρις διαβαίνει. καὶ οὕτως ὀφείλομεν θαρρεῖν, ὅτι ληψόμεθα, ἐπειδὴ ὡς ἄνθρωπος νενίκηκε
5καὶ ἡμεῖς δοκοῦμεν ἐν αὐτῷ νενικηκέναι· εἰ γὰρ ὡς θεὸς ἐνίκησε, πρὸς ἡμᾶς
οὐδέν.333

556

Jo 17, 1
1 Ὥραν λέγει τὸν ἐπιτήδειον τοῦ πάθους καιρόν, καθ’ ἣν ἔκρινε παθεῖν ὡς καὶ ἐπὶ τοῦ οἴνου εἶπεν, οὐ μὴν τὴν ἀνυπόστατον εἱμαρμένην λέγει.

557

Jo 17, 1
1 Διὰ τοῦ σχήματος τῆς εὐχῆς παιδεύει ἡμᾶς ἐν τοῖς πειρασμοῖς εὔχεσθαι καὶ εἰς τὸν θεὸν καταφεύγειν.

558

Jo 17, 2
1 Διὰ τὸ μὴ σκανδαλισθῆναι τοὺς ἀκούοντας οἰκονομικῶς φησιν ὃ δέδωκάς μοι.

559

Jo 17, 3
1 Σημειωτέον, ὅτι ἡ ὀρθὴ πίστις ἐστὶν ἡ ὄντως ζωὴ ἡ τὰ ἴδια δωρουμένη ἀγαθὰ τοῖς πιστεύουσιν. ἀπεστάλθαι λέγει ἑαυτὸν οὐχ ὡς ἐξ ἀνάγκης ὑπουρ‐
γήσας τῇ τοῦ πατρὸς βουλήσει ὡς οἱ ἄγγελοι, ἀλλ’ ὡς δύναμις αὐτοῦ ὤν.334

560

Jo 17, 4
1 Δοξάζειν λέγεται τὸν πατέρα πάντα ποιήσας τὰ εἰς ἐνανθρώπησιν ἢ τὸ γνωρισθῆναι τοῦ πατρὸς τὴν δύναμιν διὰ τοῦ υἱοῦ αὐτοῦ, εἰ ὡς ἄνθρωπος λαλεῖ· δι’ ὧν γὰρ οἱ ἅγιοι κατορθοῦσιν, ὁ θεὸς δοξάζεται.

562

Jo 17, 10
1 Οὐδέν ἐστι τοῦ πατρός, ὃ μή ἐστι τοῦ υἱοῦ καὶ τὸ ἀνάπαλιν. διὰ τὴν ἐμοῦ καὶ σοῦ ἰσότητα δοξάζομαι παρὰ παντός.

563

Jo 17, 11
1 Οἰκονομικῶς ὡς ἄνθρωπος λαλεῖ δεδόσθαι αὐτῷ τὸ τοῦ θεοῦ ὄνομα φύσει ἔχων αὐτὸ ὡς θεὸς καὶ υἱός.

564

Jo 17, 12
1Οὐκ ἀνάγκῃ εἷλκεν αὐτούς. διὸ καὶ Ἰούδας δι’ ἑκούσιον δυστροπίαν
ἀπώλετο, οὐ μόνον Ἰούδας, ἀλλὰ καὶ ἄλλοι πολλοὶ ἀπώλοντο, οὐ παρὰ τῷ Χριστῷ· ὅσον γὰρ τὸ ἐπ’ αὐτῷ, οὐδεὶς ἀπώλετο. υἱὸς ἀπωλείας ἐκλήθη ὡς περιμένων καθά τινα γέννησιν τὴν τῆς ἀπωλείας ἡμέραν.335

565

Jo 17, 12
1 Κατ’ ἰδίωμα ἡ γραφὴ ὡς αἰτιολογίαν τίθησι τὰ ἐκ τῆς ἐκβάσεως συμ‐ βαίνοντα. ἔδει τὸν Ἰούδαν μαθόντα τὸ προδιαγορευθὲν μὴ προδοῦναι τὸν Χριστόν. εἰ δέ τις εἴποι, πῶς φυλάσσοντος τοῦ Χριστοῦ ἀπώλετο, λεκτέον, ὅτι οὐ τοὺς φαύλους φυλάσσει, ἀλλ’ ἐᾷ αὐτεξουσίους ὃ θέλουσι πράττειν,
5τοὺς δὲ ἀγαθοὺς φυλάσσει καὶ δυναμοῖ διὰ τὸ μὴ ἀρκεῖν τὴν τοῦ ἀνθρώπου προαίρεσιν φυλάσσειν αὐτόν.

566

Jo 17, 13
1 Ταῦτα λέγει, ἵνα μὴ ἀθυμῶσιν, ἀλλὰ μᾶλλον χαρῶσιν, ὅτι πρὸς τὸν πατέρα ὑπάγει.

567

Jo 17, 14
1 Ὅταν λέγῃ «ἐκ τοῦ κόσμου» εἰσίν, τὴν φύσιν λέγει. ὅταν δὲ λέγῃ, ὅτι οὐκ εἰσίν, διὰ τὸ ἀπόνηρον λέγει ὡς καὶ αὐτὸς ἦν. τὸ δὲ καθὼς ὧδε οὐκ ἔστι ἀκριβείας ἀπαραλλάκτου. ὃ δὲ λέγει, τοῦτό ἐστιν· οὐρανοπολῖται γεγόνασι καὶ οὐδὲν ἔχουσι πρὸς τὴν γῆν κοινόν· πολὺ γὰρ τὸ τῶν φύσεων διάφορον, ὅτι
5μὲν γάρ ἐστι θεὸς φύσει, οἱ δὲ ἄνθρωποι.336

568

Jo 17, 17
1 Ἐπειδὴ ὅμοιον ἤμελλον ποιεῖν οἱ μαθηταί, οὗ ἐποίησεν ὁ Χριστός, δεῖσθαι αὐτούς, φησίν, τοῦ διὰ πνεύματος ἁγιασμοῦ, ἵνα δυνηθῶσι διαδραμεῖν τὴν οἰκουμένην μὴ ἐμποδιζόμενοι ὑπὸ τοῦ πονηροῦ.

569

Jo 17, 17—18
1 Οὐ μόνοις τοῖς μαθηταῖς, ἀλλὰ καὶ πᾶσι τοῖς πιστοῖς αἰτεῖ ὁ Χριστὸς τὴν διὰ τοῦ ἁγίου πνεύματος δοθῆναι χάριν τὴν εἰς θείαν εἰκόνα τὸν ἄνθρωπον ἀναμορφοῦσαν. αὕτη δὲ ἡ ἕνωσις οὐ κατ’ οὐσίαν γίνεται ἢ καθ’ ὑπόστασιν, ἀλλὰ κατὰ τὴν τῆς πίστεως συμφωνίαν, καθ’ ἣν ἔγνωσαν οἱ πιστοί, ὅτι ὁ υἱὸς
5εὐδοκίᾳ πατρὸς ἐσαρκώθη· τοῦτο γάρ ἐστι τὸ ἀποσταλῆναι.

570

Jo 17, 19
1 Αἱ θυσίαι πᾶσαι ἅγιαι καλοῦνται ὡς θεῷ προσαγόμεναι. τὸ δὲ ἐν ἀληθείᾳ εἶπεν, ὅτι ἐν τύπῳ ἦν ὁ διὰ τοῦ προβάτου ἁγιασμὸς ἤτοι ὅτι καὶ αὐτούς σοι ἀνατίθημι προσφορὰν ἢ ὅτι τῆς κεφαλῆς θυομένης τοῦτο ἐγίνετο ἢ ὅτι καὶ αὐτοὶ παρίστων «τὰ σώματα» ἑαυτῶν «θυσίαν ζῶσαν» ἢ καὶ ὅτι χωρὶς θανάτου
5θυσίαν αὐτοὺς ἐποίει ὑπὲρ αὐτῶν σφαγιαζόμενος.

571

Jo 17, 21
1Ὅταν ἀξιωθῶσι τῆς ἑνότητος τῆς εἰρημένης, τότε γινώσκουσιν, ὅτι
σύ με ἀπέστειλας.337

572

Jo 17, 22
1 Δόξαν λέγει τὴν τῶν σημείων καὶ δογμάτων καὶ ὁμοψυχίας. αὐτὸς ὢν ὁ διδοὺς διὰ τοὺς ἀκούοντας σχηματίζεται τὴν αἴτησιν. καὶ ὡς ἄνθρωπος λέγεται λαμβάνειν τὰ φύσει προσόντα αὐτῷ, λέγει δὲ τὴν τοῦ πνεύματος χάριν.

573

Jo 17, 24
1 Δι’ ὧν λέγει τὸν δεδωκότα καὶ τὸν λαβόντα τὰς ὑποστάσεις δηλοῖ πατρὸς καὶ υἱοῦ. καὶ πάλιν εἰπὼν εἶναι ἑαυτὸν πρὸ κόσμου ἐλέγχει τοὺς αἱρετικοὺς τοὺς λέγοντας, ὅτι ἐκ τῶν χρόνων Μαρίας ἔσχε τὴν ἀρχὴν ὁ Χριστὸς ὡς πρὸ κόσμου ἔχων τὴν δόξαν. εἶπε πρὸ καταβολῆς κόσμου· τὸ γὰρ λεχθὲν
5δέδωκάς μοι συγκαταβάσεώς ἐστιν. οὐκ εἶπεν δὲ ἵνα μετασχῶσι τῆς δόξης αὐτοῦ, ἀλλ’ ἵνα αὐτὴν θεωρῶσιν, ὅπερ ἐστὶ τῶν πιστῶν μεγίστη ἀνάπαυσις καὶ δόξα.

574

Jo 18, 1—2
1 Ἵνα πείσῃ τοὺς μαθητάς, ὅτι ἑκὼν ἐπὶ τὸ πάθος ἦλθεν, εἰς τόπον γνώριμον τῷ Ἰούδα ἀπῆλθεν, ἵνα μὴ λάθῃ καὶ 〈οὐχ〉 ὥσπερ ἐν φυλακῇ ἑαυτὸν ἀπέ‐ κλεισεν.

575

Jo 18, 4
1 Οὐχ ὡς ἀγνοῶν ἐρωτᾷ, ἀλλ’ ἵνα γνῶμεν, ὅτι καὶ παρὼν οὐχ ἑωρᾶτο ἢ ἐγνωρίζετο, εἰ μὴ ὅτε ἤθελεν. ὡς εἰδὼς δὲ πάντα ἀταράχως ὅλα ἐποίει καὶ ἐλάλει καὶ οὐδὲ ἀπὸ τῆς φωνῆς οὔτε ὁ Ἰούδας οὔτε οἱ λοιποὶ ἐπεγίνωσκον
αὐτόν, εἰ μὴ ὅτε ἠθέλησεν.338

576

Jo 18, 8—9
1 Διὰ τὰς τῶν μαθητῶν ἀσθενείας ἔξω ποιεῖται αὐτοὺς πειρασμῶν ὡς θεός· φυλάσσει τοὺς μαθητὰς ἀεί, μόνον τὸν Ἰούδαν τῇ προαιρετικῇ κακίᾳ ἐάσας ἀπολέσθαι.

577

Jo 18, 10
1 Ὡς θέλων ὑπεραποθανεῖν τοῦ διδασκάλου ἐποίησε τοῦτο. θαρρήσας ὁ Πέτρος οἷς ἐποίησεν ὁ Ἰησοῦς καὶ αὐτὸς ἐποίησε τοῦτο. καὶ μὴ ὡς ἀνδροφόνον τις καταιτιάσθω τὸν Πέτρον, ὅπου γε οὐχ ὡς ἑαυτῷ ἀμύνων, ἀλλὰ τῷ διδα‐ σκάλῳ ἐποίησε τοῦτο· πλὴν καὶ ἔτι ἀτελεῖς ἦσαν. διὰ τοῦ τύπου δείκνυσιν, ὅτι
5πάσης δεξιᾶς ἀκοῆς ἔρημοι ἔσονται οἱ Ἰουδαῖοι.

578

Jo 18, 12
1 Δήσαντες αὐτὸν ἐπλήρωσαν τὸ εἰρημένον Ἠσαΐου «δήσωμεν τὸν δίκαιον». ἐδεσμεύθη ὁ κύριος, ἵνα δεσμῶν ἡμᾶς ἀπαλλάξῃ διαβολικῶν.

579

Jo 18, 15—16
1Συνεισῆλθεν ὁ Ἰωάννης τῷ Ἰησοῦ μετὰ τοῦ ὄχλου ἀγνώστως καὶ
τότε ὡς γνωστὸς εἶπε τῇ θυρωρῷ καὶ εἰσήγαγε τὸν Πέτρον.339

580

Jo 18, 19
1 Ἠρώτα τί ἐδίδασκε τοὺς ἑαυτοῦ μαθητάς, ἠρώτα αὐτόν, εἰ συναινεῖ τοῖς διὰ Μωυσέως ἢ ἀλλοίαν διδασκαλίαν εἰσάγει καὶ ποῖα πείθονται οἱ αὐτοῦ μαθηταί, ἵνα ἐὰν εὑρήσῃ αὐτὸν τοῖς Μωυσέως ἐναντιούμενον παραδῷ καὶ αὐτοὺς ὡς θεομάχους τοῖς Ἰουδαίοις.

582

Jo 18, 20—21
1 Ἐλέγχει αὐτὸν προσποιούμενον ἀγνοεῖν τὰ ἐν φανερῷ εἰρημένα. εἰ δὲ πάντα φανερῶς ἐδίδαξεν, τὰ λεγόμενα παρά τισι [τὰ] περὶ αὐτοῦ ἀπόκρυφα οὐκ εἰσὶ δεκτά. τοὺς ὑπηρέτας ἐρώτησον τοὺς πρῴην μὲν οὖν θαυμάσαντας τὴν διδασκαλίαν, νῦν δέ με συλλαμβανομένους.

583

Jo 18, 22—23
1 Καὶ μὴ προσταχθεὶς ὁ ὑπηρέτης ἔτυψε τὸν Χριστόν, ἐπειδὴ αὐτὸς ὑπέ‐ δειξεν ὁ Χριστὸς λέγων «ἴδε οὗτοι οἴδασιν» οἵ ποτε ἀκούσαντες καὶ ἐπαινέσαντες, καὶ θέλων ἑαυτὸν ἀπαλλάξαι τῆς ὑποψίας, ὅτι τῶν οὐ θαυμαζόντων ἦν, αὐτὸς ἐποίησε τοῦτο· οὐ γὰρ ἂν ἀκολούθως τι ἐλάλησεν, ἵνα ὡς ἐκ τούτου κινηθεὶς
5τύψῃ αὐτόν. ἐλέγχει τὸν ὑπηρέτην ἀδικοῦντα οὐ μόνον, ὅτι ἁπλῶς αὐτὸν ἔτυψεν,
ἀλλ’ ὅτι πρῴην θαυμάσας, νῦν δὲ ἐπ’ οὐδενὶ καταγνοὺς ἠτίμασεν αὐτόν.340

584

Jo 18, 25
1Τοῦ πονηροῦ σείσαντος τὸν Πέτρον ἡττήθη τῆς ὑποσχέσεως.

585

Jo 18, 28
1 Ἑαυτοῖς οὐκ ἀνεῖλον ὡς ὑπὸ Ῥωμαίους ὄντες, ἵνα μὴ τιμωρηθῶσιν ὑπὸ τοῦ Πιλάτου.

586

Jo 18, 28
1 Τὸν τύπον τιμῶντες οὐκ εἰσῆλθον, ὅ ἐστι πρόβατον· ἔμελλον γὰρ θύειν τὸ πάσχα κατὰ τὸν νόμον τὸν οὐδὲν ἰσχύοντα παρ’ αὐτοῖς. ἢ πάσχα ὅλην τὴν ἑορτὴν λέγει ἢ ὅτι τῇ παρασκευῇ, ὅτε καὶ τὸ παλαιὸν ἐγίνετο πάσχα.

587

Jo 18, 30—31
1 Ἄνευ αἰτίας ἀπεφήναντο δικαίως αὐτὸν παραδεδόσθαι, αἰτίαν εὔλογον λέγουσι τὸ ὑπ’ αὐτῶν συλληφθῆναι ὡς πλανώμενοι μηδὲν ποιεῖν ἄδικον αὐτούς. εἰ ὁ νόμος ὑμῶν καὶ τὸν ἀναίτιον κολάζει, κρίνατε αὐτὸν ὑμεῖς.
5σαφὲς τεκμήριον ὅτι ἑκὼν ὁ κύριος ἔπασχεν, ἐξ ὧν εἰδὼς προεῖπεν, ὅτι
ἤμελλε τοῖς ἔθνεσι παραδοθῆναι ἐπὶ τὸ σταυρωθῆναι.341

588

Jo 18, 31
1 Ὡς ἐκπεσόντες τῆς ἀρχῆς—ἦσαν γὰρ ὑπὸ Ῥωμαίους—εἶπον τοῦτο. ἤτοι οὐκ ἔξεστι σταυρῶσαι αὐτόν· οὕτω γὰρ ἤθελον, ἵνα καὶ τὸν τρόπον τῆς αὐτοῦ τελευτῆς ἐκπομπεύσωσιν. ἢ ὅτι βασιλέα ἑαυτὸν λέγει καὶ ἔστι δημόσιον τὸ ἔγκλημα καὶ σοὶ ἀνῆκε θανατῶσαι αὐτόν.

589

Jo 18, 35
1Ταῦτα λέγει βουλόμενος αὐτὸν ἀπαλλάξαι.

590

Jo 18, 36
1 Οἱ ἄγγελοι ἡσύχαζον τοῦ βασιλέως αὐτῶν ὑβριζομένου ἐννοοῦντες τὴν οἰκονομίαν τῆς τοῦ Χριστοῦ παρουσίας.

591

Jo 18, 36
1 Λύει τὴν ἀγωνίαν Πιλάτου πείθων, ὅτι οὐκ ἔστιν ἀντάρτης, ἀλλὰ βασιλεὺς οὐρανοῦ καὶ γῆς. διὸ ἀναπολόγητος ὁ Πιλᾶτος οὐχ ὡς βλάσφημον αὐτὸν φονεύσας, ἀλλὰ πρὸς χάριν Ἰουδαίων.

592

Jo 18, 37
1 Ἐγὼ διὰ τοῦτο γέγονα ἄνθρωπος καὶ ἐγεννήθην ἐκ Μαρίας, ἵνα τὸ ψεῦδος καὶ τὸν διάβολον ἐκ τοῦ κόσμου ἀπελάσας βασιλεύουσαν ἀποδείξω
πάντων τὴν θείαν φύσιν.342

593

Jo 19, 7—8
1 Οὐχ υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν, ἀλλ’ ὡς θεοῦ υἱὸς ἄνθρωπον ἑαυτὸν ἐποίησεν ἀτρέπτως μείνας ὡς ἦν θεός· ὃ γὰρ εἶπον οἱ Ἰουδαῖοι, καὶ ἀδύνατον ἦν ὡς καὶ ἐκ τούτου δειχθῆναι αὐτῶν τὸ ἀσύστατον καὶ ψευδές. διὸ καὶ ὡς εἰδωλολάτρης κοῦφος ὁ Πιλᾶτος συναρπαγεὶς ἀδιακρίτως ἐφοβήθη.

594

Jo 19, 11
1 Κἂν ἄρχων ᾖ, ἀλλ’ οὖν μὴ εὑρίσκων κατ’ ἐμοῦ πταῖσμα, οὐκ ἠδύνω μου καταψηφίσασθαι, εἰ μὴ ἑκὼν ἐγὼ εὐδοκίᾳ πατρὸς ἤγαγον ἐμαυτὸν εἰς τὸ παθεῖν.

595

Jo 19, 14
1Ἐν αὐτῇ γὰρ τῇ ἑορτῇ ἀπέκτειναν αὐτόν.

596

Jo 19, 14
1 Τὴν ὥραν ἐπεσημήνατο ὁ εὐαγγελιστὴς διὰ τὴν ἀνάστασιν τὴν ἐν τῇ τρίτῃ γεγονυῖαν ἡμέρᾳ. ὁ καλλιγράφος ἀντὶ τοῦ γάμμα στοιχείου, ὅπερ σημαίνει τὸ τρίτην, ἔγραψε τὸ ἐπίσημον, ὃ καλοῦσιν οἱ Ἀλεξανδρεῖς Γαβέξ, ὃ δηλοῖ τὴν ἕκτην, πολλὴν ἔχοντα πρὸς ἑαυτὰ τὴν ὁμοιότητα. καὶ διὰ τοῦ γραφικοῦ
5σφάλματος γέγονεν ἡ διαφωνία· ἀντὶ γὰρ τρίτης ὥρας ἕκτην ἔγραψεν.343

597

Jo 19, 18
1 Διὰ τοῦ σταυρωθῆναι ἐν μέσῳ δύο λῃστῶν ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα «καὶ μετὰ ἀνόμων ἐλογίσθη». τύπος εἰσὶν οὗτοι τῶν δύο λαῶν τῶν ὄντων κατακρίτων διὰ τὰς αὐτῶν ἁμαρτίας ἢ ὅτι οἱ Χριστῷ κολλώμενοι ὀφείλουσι σταυροῦν ἑαυτοὺς ὡσανεὶ ἀποθνῄσκοντες τῇ πρώτῃ διαγωγῇ, ζῶντες δὲ ἐν καινότητι κατὰ
5τὸ εὐαγγέλιον.

598

Jo 19, 19
1 Μὴ εὑρὼν τί εἴπῃ κατ’ αὐτοῦ ὁ Πιλᾶτος ἔγραψε τοῦτο, ἵνα μὴ νομισθῇ καὶ αὐτὸς εἶναι λῃστής. βασιλέα αὐτὸν δημοσίᾳ ἀνηγόρευσε καὶ ὅτι οἱ Ἰουδαῖοι τὸν βασιλέα αὐτῶν ἀνεῖλον, διασύρων Ἰουδαίους ἔγραψεν. τοῦτό ἐστι «τὸ χειρόγραφον», ὃ προσήλωσε τῷ σταυρῷ ἡ κατὰ τοῦ Ἀδὰμ ἀπόφασις, ὅπερ
5ὁ διάβολος κατέχων πάντας ἀνθρώπους ἀπέφερεν εἰς θάνατον ὡς μηδενὸς ποιοῦντος ὁλοσχερῶς τὸ τῷ θεῷ δοκοῦν καὶ ὑπὲρ ἡμῶν ἐν τῷ ξύλῳ ἀποθανὼν ἠλευθέρωσεν ἡμᾶς.

599

Jo 19, 30
1 Εἰς πέρας ἔφθασεν ἡ τῶν Ἰουδαίων δυσσέβεια καὶ ἑκὼν ὑπέμεινε τὸν κατὰ σάρκα θάνατον καὶ ἔκλινε τὴν κεφαλὴν διὰ τὸ ἐκλύεσθαι τοὺς τῆς σαρκὸς τόνους.

600

Jo 19, 30
1Τὴν κεφαλὴν ἔκλινεν· αὕτη γὰρ οὐ προσήλωτο καὶ τότε ἐξέπνευσεν· καὶ
γὰρ τοῦ παντὸς ἦν κύριος, καίπερ τοῦ ἔθους ἔχοντος πρῶτον ἐκπνεῖν καὶ τότε τὴν κεφαλὴν κλίνειν. εἰς πέρας ἔφθασεν ἡ τῶν Ἰουδαίων δυσσέβεια καὶ ἑκὼν ὑπέμεινε τὸν κατὰ σάρκα θάνατον καὶ ἔκλινεν τὴν κεφαλὴν διὰ τὸ ἐκλελύσθαι344
5τοὺς τῆς σαρκὸς τόνους. ἡ τελευτὴ δηλοῖ τὸν ἀπὸ τοῦ σώματος τῆς ψυχῆς χωρισμόν.

601

Jo 19, 31—36
1 Προσποιοῦνται τιμᾶν τὴν ἡμέραν καὶ αἰτοῦσι χάριν, ὥστε ταχύτερον ἀποθανεῖν τοὺς ἀνθρώπους. αἰτοῦσιν, ἵνα πληρωθῇ πάλιν ἄλλη γραφὴ ἡ λέγουσα ὀστοῦν οὐ συντριβήσεται αὐτο.

602

Jo 19, 34
1 Ἀπιστῶν τις τῶν στρατιωτῶν, εἰ ἀπέθανεν, ἔνυξεν αὐτοῦ τὴν πλευράν.

603

Jo 19, 34
1 Τὸ αἷμα δηλοῖ τὴν ἀπολύτρωσιν καὶ τὸ ὕδωρ τὸν ἁγιασμόν. δι’ ὕδατος ἡ ἐκκλησία ἀναγεννᾶται καὶ δι’ αἵματος καὶ σαρκὸς τρέφεται.

604

Jo 19, 36—37
1Πιστοῦται ὁ εὐαγγελιστής, ὅτι αὐτός ἐστιν ὁ Χριστὸς ὁ διὰ τῶν γραφῶν
προαναφωνηθείς· συνῳδὰ γὰρ τοῖς περὶ αὐτοῦ λεχθεῖσιν ἐξέβη τὰ πράγματα. ὀστοῦν νοεῖται τὸ εὔτονον καὶ ἄθραυστον τοῦ μυστικοῦ λόγου. ἐπειδὴ δὲ εἰκόνα ἔφερε τὸ πρόβατον τοῦ ἀμνοῦ τοῦ θεοῦ, τρέφεταί τις τὴν κεφαλὴν τοῦ Χριστοῦ345
5τὰ περὶ τῆς θεολογίας αὐτοῦ ἐκλαμβάνων, τοὺς δὲ πόδας διδασκόμενος τὰ περὶ τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας, τὰ δὲ ἐντόσθια τὰ ἀπόκρυφα δόγματα· ἕκαστον γὰρ τῶν περὶ Χριστοῦ δογμάτων ἀπόκρυφον ἔχει καὶ μυστικὸν λόγον. ἐπεὶ οὖν ὀστοῦν νοεῖται τὸ εὔτονον τοῦ μυστηρίου, οἱ ἁρμοδίως καὶ συμφώνως κατέχον‐ τες τὸ περὶ τοῦ Χριστοῦ μυστήριον, ὀστοῦν οὐ συντριβήσεται αὐτο. ὅτε
10ἔρχεται κρῖναι, τότε ὄψονται αὐτὸν καὶ θρηνήσουσιν.

605

Jo 19, 38—39
1 Οἱ δεδιότες φανερῶς πλησιάσαι τῷ Ἰησοῦ νῦν ὁρώντων Ἰουδαίων αἰτοῦσι τὸ σῶμα. οὗτος οὐ τῶν ιβʹ ἦν, ἀλλὰ τῶν ἑβδομήκοντα καὶ ὡς σβεσθέντος τοῦ θυμοῦ τῶν Ἰουδαίων ἀδεῶς προσῄει. οὕτω δὲ ὠμοὶ ἦσαν οἱ Ἰουδαῖοι, ὅτι οὔτε θάψαι αὐτοῦ τὸ σῶμα ἠνέσχοντο οἱ ἐπιχώριοι, ἀλλ’ ὁ ἀπὸ Ἁριμαθαίας
5ξένος.

606

Jo 19, 41—42
1 Εἰ δὲ ἦν μετὰ ἄλλων, ἤμελλον τῶν ἀπίστων τινὲς λέγειν, ὅτι οὐ τὸ τοῦ Ἰησοῦ ἀνέστη σῶμα, ἀλλὰ ἄλλου. εἰς καινὸν ἐτέθη μνημεῖον διὰ τὸ ξένον τῆς ἐκ θανάτου εἰς ζωὴν ἀναδρομῆς καὶ τὴν καινοτομίαν τὴν ἐπινοηθεῖσαν κατὰ τῆς φθορᾶς. ᾠκονομήθη ἐγγὺς εἶναι τὸν τόπον, ἵνα καὶ ψευδὴς δειχθῇ ὁ περὶ
5τῆς κλοπῆς λόγος.346

607

Jo 20, 1
1 Τοῦ Ματθαίου εἰπόντος ἑσπέρᾳ βαθείᾳ γεγονέναι τὴν ἀνάστασιν, τοῦ δὲ Ἰωάννου πρωῒ σκοτίας ἔτι οὔσης οὐ διαφωνοῦσι περὶ τὸν τῆς ἀναστάσεως καιρόν, ἀλλ’ εἰς τὸν αὐτὸν τῶν ὡρῶν συνέδραμον καιρόν· ὁ μὲν γὰρ ἀπὸ τοῦ τέλους, ὁ δὲ ἀπὸ τῆς ἀρχῆς εἰς αὐτὸ τὸ μεσαίτατον τῆς νυκτὸς χωρεῖ.

608

Jo 20, 1
1 Ὁ Χριστὸς τοῦ λίθου κειμένου καὶ τῶν σφραγίδων ἀνέστη. ἀνοίγεται δὲ τὸ μνημεῖον πρὸς πίστιν τῶν γεγονότων σημείων. ἄδηλος ὁ τῆς ἀναστάσεως καιρὸς ὡς καὶ ὁ τῆς δευτέρας παρουσίας.

609

Jo 20, 2
1 Τί δὲ βούλονται οἱ πειρώμενοι διαφωνοῦντας αὐτοὺς δεικνύναι οὐχ εὑρίσκω· εἰ μὲν γὰρ περὶ τῆς ἀναστάσεως οὐ τὴν αὐτὴν ἐξήνεγκαν γνώμην ἢ τὴν ἡμέραν μὴ τὴν αὐτὴν ἔφασαν καθ’ ἣν τὴν ἀνάστασιν γενέσθαι συνέβη ἢ τὰς γυναῖκας οὐχ ὁμοίως ἅπαντες πρώτας ἐπὶ τῇ τιμῇ τοῦ τελευτήσαντος ἐληλυθέναι
5ἀπήγγειλαν, ἦν τις αὐτοῖς συγγνώμη τῆς ἀτόπου καὶ μωρᾶς ταύτης ἐπιτιμήσεως· εἰ δὲ πολλὴν ἐν τοῖς προειρημένοις τὴν συμφωνίαν ἐπεδείξαντο ὁμοίως τὴν ἀνάστασιν καταγγείλαντες, τὴν ἡμέραν φήσαντες εἶναι τὴν αὐτήν, τὰς γυναῖκας ὁμοίως ἐληλυθέναι, τί ποτε αὐτοῖς ἡ περὶ τῶν ὡρῶν ἀκριβολογία βούλεται; ἐγὼ μὲν οὐ συνίημι, καίτοιγε μηδὲν ἕτερον πρὸς σύστασιν τῆς τῶν εἰρημένων
10ἀληθείας οὕτω συντείνειν νομίζω ὡς τὸ ἐν τοῖς καιριωτάτοις πολλὴν τὴν συμφωνίαν ἐπιδειξαμένους, ἐν βραχυτάτοις τισὶ καὶ ἐν οἷς εἰκὸς ἦν ἀνθρώπους ὄντας σφαλῆναι διαφωνοῦντας εὑρίσκεσθαι καὶ βραχέσιν ὥραις τὴν ἐναλλαγὴν τῶν ῥημάτων ἐνδεικνυμένους· εἰ μὲν γὰρ ψεύδεσθαι βουλόμενοι σύμφωνον εἵλαντο περὶ τούτου τὴν γνώμην, οὐδὲν ἂν ἐκώλυσεν. κατὰ τούτου γενομένους
15ἅπαξ ψεύδεσθαι ἑλομένους πολλὴν ἐν ἅπασι καὶ ἀκριβῆ φυλάξαντας τὴν συμφω‐ νίαν 〈ψεύδεσθαι〉 προέκειτο καὶ καθ’ ἑαυτὸν ἕκαστος τὸν οἰκεῖον ἐπλήρου σκοπόν. ἀνάγκη δήπουθεν ἦν βραχύ τι παραλλάττειν αὐτοὺς πολλῶν ὄντων ἃ ταῦτα πάσχειν αὐτοὺς κατηνάγκαζεν.347

610

Jo 20, 2—3
1 Εἰ δὲ λέγει ὁ Λουκᾶς, ὅτι ἠπίστησαν οἱ μαθηταὶ ταῖς περὶ Ἰωάνναν, οὐδὲν ἐναντίον· οὐδὲ γὰρ ἦσαν οὔπω ἀπελθόντες εἰς τὸ μνημεῖον καὶ οὐκ ἐπίστευον ὡς ἔτυχεν ὡς μέλλοντες μαρτυρεῖν ὡς αὐτόπται τῇ ἀναστάσει. ἤτοι ταῖς περὶ Ἰωάνναν ἠπίστησαν ὡς ἀκουσάσαις παρὰ τῶν δύο ἀνδρῶν, τῇ δὲ Μαριὰμ
5ἐπείσθησαν εἰπούσῃ, ὅτι ἦραν τὸ σῶμα.

611

Jo 20, 3—8
1 Οὐκ ἔστι τοῦτο ἐναντίον τῷ Λουκᾷ καὶ ὅτι μόνος Πέτρος ἀπῆλθεν εἰς τὸ μνημεῖον· ὅτε γὰρ μετὰ τὸ ἰδεῖν τὰ ὀθόνια ἀπῆλθεν, ἦλθον ὕστερον αἱ περὶ Ἰωάνναν λέγουσαι, ὅτι ἀνέστη ὁ κύριος καὶ ἔδραμεν μόνος πάλιν εἰς τὸ μνη‐ μεῖον ὁ Πέτρος ἐλπίζων ἴσως καὶ αὐτός τινα ὀπτασίαν ὁρᾶν.

612

Jo 20, 5—9
1 Γνώρισμα ἦν τοῦτο τῆς ἀναστάσεως· εἰ γὰρ ἐκλάπη ὑπὸ ἐχθρῶν, οὐκ ἂν εἴων τὰ ἱμάτια διὰ κέρδος, εἰ δὲ φίλοι ἦσαν, οὐκ ἠνείχοντο γυμνὸν ἐνυβρίσαι τὸ σῶμα· εἰ γὰρ ἦσαν οἱ μαθηταὶ ἁρπάσαντες, ἔφυγον διὰ τοὺς φυλάσσοντας στρατιώτας καὶ Ἰουδαίους καὶ οὐκ ἂν ἵσταντο ἀποδύοντες τὸ σῶμα καὶ ἰδίᾳ
5τιθέντες τὰ ὀθόνια, ἰδίᾳ δὲ τὸ σουδάριον. δείκνυσι δέ, ὅτι οὐδὲ ἱματίων
λοιπὸν χρεία τῷ εἰς ἀφθαρσίαν μεταχωρήσαντι σώματι. οὐκ εἶδον αὐτὸν ἀναστάντα, ἀπὸ δὲ τῆς τῶν ἱματίων συλλογῆς ἐννοοῦσι τὴν ἀνάστασιν καὶ πιστεύουσι τοῦτο βοώσης τῆς ἁγίας γραφῆς. ὅτε ὤφθη ὁ ἄγγελος, πτοηθέντες οἱ φύλακες ἔφυγον καὶ διὰ τοῦτο οἱ περὶ τὸν Πέτρον ἦλθον εἰς τὸν τάφον348
10ἀδεῶς.

613

Jo 20, 8—9
1 Συνῆκαν καὶ ἐπίστευσαν τῷ τῆς ἀναστάσεως λόγῳ, ὃν πρῴην ἠγνόουν. πρὸ τῆς πείρας οὐκ ᾔδεισαν οἱ μαθηταὶ τὸν περὶ ἀναστάσεως λόγον.

614

Jo 20, 10—12
1 Οἱ μαθηταὶ καὶ πρὸς ἑαυτοὺς ἔφυγον δι’ οἰκονομίαν θεοῦ, ἵνα μή τι πάθωσι πρὸ τοῦ κηρύγματος, ἡ δὲ Μαριὰμ οὐδὲν ἐννοήσασα τέλειον ἔμεινε δακρύουσα ἐν τῷ μνημείῳ οὐ μόνον ὅτι τεθνήκει, ἀλλ’ ὅτι καὶ ᾤετο μετατεθεῖ‐ σθαι τὸ τοῦ κυρίου σῶμα.

615

Jo 20, 11—13
1 Ἵνα ἐπὶ πλεῖον δακρύσῃ, παρέκυψεν εἰς τὸ μνημεῖον, πρὸς ἣν ψυχα‐ γωγικῶς οἱ ἄγγελοι διαλεγόμενοί φασι τί κλαίεις προτρεπόμενοι αὐτὴν εἰς τὸ ἐρωτῆσαί τι καὶ μαθεῖν περὶ τῆς ἀναστάσεως, δι’ ἣν καὶ λευχειμονοῦντες
ἐφαίνοντο.349

617

Jo 20, 12—13
1Διὰ φιλοστοργίαν μείνασα ἠξιώθη καὶ τῆς τῶν ἀγγέλων ὀπτασίας.

618

Jo 20, 14—15
1 Ἐκείνοις μὲν ὤφθη θαυμασιώτερος, τῇ δὲ γυναικὶ ἐν ταπεινῷ τῷ σχήματι, ἵνα μὴ ἐκπλήξῃ. διὸ καὶ κηπουρὸν αὐτὸν εἶναι ᾠήθη. ὁρᾷ τὸν κύριον καὶ οὐκ ἐπέγνω ἢ διὰ τὴν σκοτίαν ἢ ὅτι θεοπρεπεῖ δυνάμει ἐκάλυψεν ἑαυτόν. κατ’ οἰκονομίαν ἐστράφη καὶ εἶδε τὸν κύριον πλὴν οὐκ ἐπέγνω, ἵνα μὴ θορυβηθῇ
5ὡς φαντασίαν ὁρῶσα δαιμονιώδη· ἔτι γὰρ ὑπώπτευεν, ὅτι νεκρὸς ἦν.

619

Jo 20, 15
1Καταποθεῖσα ὑπὸ τῆς λύπης ἔτι ἀμφέβαλλεν περὶ τῆς ἀναστάσεως.350

620

Jo 20, 16
1 Μετά τινος ἤθους αὐτὴν ὁ κύριος ὀνομάζει, ἵνα καὶ οὕτως εἰς αἴσθησιν ἔλθῃ, ὅτι καὶ ἀνέστη καὶ παρῆν.

621

Jo 20, 17
1 Ἐπειδὴ ὅσον τὸ κατά σε οὐκ εἰμὶ θεός, ἀλλὰ ψιλὸς ἄνθρωπος μέλλων πάλιν σὺν τοῖς ἀνθρώποις εἶναι κατὰ τὴν πρὸ τοῦ πάθους διαγωγὴν καὶ οὐκ οἴει με σὺν πατρὶ ἔσεσθαι, μή μου ἅπτου.

622

Jo 20, 17
1 Ὡς ἐνδιαθετωτέρᾳ ταύτῃ χαρίζεται τὸ τοῦ εὐαγγελισμοῦ καύχημα ὡς πλείω τῶν ἄλλων ἀνακαμπτούσῃ ἐν τῷ τάφῳ καὶ τὸν τάφον περινοστούσῃ.

623

Jo 20, 17
1 Ἐπειδὴ κατὰ τὴν οὐσίαν τῆς σαρκὸς ἀδελφὸς ἡμῶν ἐγένετο ὁ υἱός, ὡς φύσει θεὸς ὑπάρχων ὁ υἱὸς τοῦ πατρὸς λέγει αὐτοῦ πατέρα· τὸν θεόν, ὡς δὲ ἄνθρωπος καθ’ ἡμᾶς θεὸν ἑαυτοῦ τὸν θεὸν ὀνομάζει.

624

Jo 20, 19
1 Ἐπειδὴ κεκλεισμένων τῶν θυρῶν εἰσελθὼν ἐποίησε διστάσαι τοὺς μαθητάς, μή πως οὐκ ᾖ σῶμα τὸ φαινόμενον, ἀλλὰ τύπος ὢν μόνον, τὸν νοῦν σαφηνίζων ὁ Λουκᾶς εἶπεν· «ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ
ὀστέα οὐκ ἔχει» καὶ ἔφαγε καὶ τὰ τῆς σαρκὸς ἔδειξε τραύματα.351

625

Jo 20, 19
1 Διὰ τούτου ἔδειξεν τὴν τῆς θεότητος ἰσχύν. ἡμέρας οὐκ ἐπέστη, ἵνα συναχθῶσι πάντες, καθ’ ἣν ἡμέραν διελέχθη τῇ Μαριάμ, ὤφθη καὶ τοῖς μαθηταῖς θεοπρεπεῖ δυνάμει καὶ κεκλεισμένων τῶν θυρῶν παραδόξως καὶ ἀδοκήτως αὐτοῖς φανείς· θεὸς γὰρ ἦν, εἰ καὶ τὸ παχὺ τὸ σῶμα εἶχεν.

626

Jo 20, 20
1 Ἔδειξε τοῦ πάθους τὰ γνωρίσματα, ἵνα πληροφορηθῶσιν, ὅτι αὐτὸ ἦν τὸ πεπονθός, εἰ καὶ πνευματικὸν ἦν γεγονὸς καὶ εἰς ἀφθαρσίαν μετεχώρησαν. διὰ τοῦτο αὐτοῖς ἔδειξεν, ἵνα πᾶσαν αὐτῶν ταραχὴν κατακοιμίσῃ.

627

Jo 20, 20—21
1 Διὰ τούτου ἐπληρώθη ὁ λόγος, ὃν εἶπεν ὁ κύριος «μικρὸν καὶ ὄψεσθέ με», «καὶ χαρήσεται ὑμῶν ἡ καρδία». διὰ τοῦ ῥήματος τῆς εἰρήνης λύει αὐτῶν τὴν δειλίαν. «αὐτὸς» μέν «ἐστι» ὁ Χριστὸς «ἡ εἰρήνη ἡμῶν». πλὴν διὰ τούτου καὶ ἡμεῖς ἐδιδάχθημεν ἐν ταῖς μυστικαῖς συνόδοις ἐπιφθέγγεσθαι ἑαυτοῖς τὸ τῆς
5εἰρήνης ῥῆμα.

628

Jo 20, 21
1Ἐπειδὴ διὰ τοῦ σταυροῦ πάντα εὔκολα γέγονεν, πέμπω ὑμᾶς ποιῆσαι τὸ
ἔργον, ὃ ἐποίησα.352

630

Jo 20, 22—23
1 Πνευματικὸν αὐτοῖς δέδωκε χάρισμα τοῦ λύειν ἁμαρτίας καὶ κατακρίνειν. ἄλλοι δὲ λέγουσιν, ὅτι ἐπιτηδείους αὐτοὺς ἐποίησε πρὸς ὑποδοχὴν τοῦ πνεύματος, οὗ ἤμελλον λαμβάνειν μετὰ τὴν ἀνάβασιν. δι’ ὃ οὐκ εἶπεν, ἐλάβετε πνεῦμα ἅγιον, ἀλλὰ λάβετε. πλὴν δυνατὸν εἰπεῖν, ὅτι εἰς μὲν οὖν τὸ ἀφεῖναι ἁμαρτίας
5ἔλαβον τὸ χάρισμα, μετὰ δὲ τὴν πεντηκοστὴν τὸ ἐγεῖραι τοὺς νεκροὺς καὶ ὅσα τελειότερα.

631

Jo 20, 22—23
1 Δι’ ὧν ἐμφυσήσας ἔδωκε πνεῦμα, ἔδειξεν, ὅτι ὁμοούσιον αὐτοῦ ἐστι καὶ οὐκ ἀλλότριον καὶ δι’ αὐτοῦ προϊὸν ἐκ τοῦ πατρός, ὅπερ αὐτοὺς ἐνεύρωσεν εἰς τὸ ποιῆσαι τὰ θεῷ ἀρεστὰ καὶ γνῶναι τοῦ κατὰ θεὸν μυστηρίου τὴν δύναμιν. τὸ δὲ ἐμφύσημα ἐποίησε τὸν ἀνακαινισμὸν τῇ ἀνθρωπότητι καὶ ἀναλαβεῖν τὸ
5«κατ’ εἰκόνα» ὅπερ εἶχεν Ἀδὰμ πρὸ παραβάσεως. εἰπὼν δὲ πέμπειν, προέπεμψε πρὸ καιροῦ, ἵνα πιστώσηται, ὅτι ἔσται τοῦτο ἐπὶ πᾶσι τῷ ὁρισθέντι καιρῷ.

632

Jo 20, 24
1Καὶ ἀπὼν ὁ Θωμᾶς ἔτυχε τῆς τοῦ πνεύματος χάριτος διὰ τῆς ἐμφυσήσεως·
ἐφ’ ὅλον γὰρ τῶν ἀποστόλων τὸν χορὸν ὁ κύριος τὴν χάριν ἐξέχεεν.353

633

Jo 20, 25
1 Ὑπὲρ μέτρον ὁ Θωμᾶς πολυπραγμονήσας διὰ τὸ νομίζειν ἀδύνατον ἐγκαλεῖται. διὸ οὐκ εἶπεν μόνον ἐὰν μὴ ἴδω, ἀλλὰ ἐὰν μὴ ψηλαφήσω μή πως φάντασμα εἶναι τὸ ὁρώμενον. ἀκούσας μὲν οὖν ἐκ τῶν μαθητῶν, ὅτι λόγχῃ 〈πληγὴν〉 ἔλαβεν, ἐπείσθη καὶ μὴ ἑωρακώς, τὸ δὲ τῆς ἀναστάσεως ὡς ὑπὲρ
5λόγον ἠπίστησεν. οὐ τοσοῦτον ὡς ἀπιστῶν εἶπεν, ὅσον λυπούμενος, ὅτι μὴ καὶ αὐτὸς ἠξιώθη τῆς θέας. οἰκονομικῶς δὲ ἠπίστησεν ὁ Θωμᾶς, ἵνα πάντες δι’ αὐτοῦ γνῶμεν, ὅτι τὸ σταυρωθὲν ἀνέστη σῶμα· διὰ γὰρ τοῦ ζητεῖν ἰδεῖν τὰ περὶ τὴν σάρκα τραύματα, αὐτὴν τὴν σάρκα, εἰ ἀνέστη, ἐζήτει.

634

Jo 20, 26—27
1 Ἡ γὰρ τῶν σημείων ἔκπληξις σχεδὸν καὶ ἄκοντας τοὺς ὁρῶντας ἕλκει πρὸς πίστιν.

635

Jo 20, 27
1 Δείκνυσιν ἑαυτὸν τραύματα ἔχοντα καὶ συγχωρεῖ αὐτῷ ψηλαφῆσαι αὐτόν· διὰ γὰρ συγκατάβασιν οὕτως ὤφθη τῷ Θωμᾷ καίπερ πάσης παχύτητος τοῦ σώματος ἀπηλλαγμένου καὶ κούφου γεγονότος, ἵνα πεισθῇ, ὅτι αὐτὸ ἦν τὸ σταυρωθὲν σῶμα. ἐξ ὧν δὲ τοῖς τοῦ Θωμᾶ κέχρηται λόγοις, δείκνυσιν, ὅτι καὶ
5ὅτε ὁ Θωμᾶς ἐλάλει ταῦτα, παρῆν. εἰ δὲ καὶ ἄφθαρτα καὶ ἀνελλιπῆ τὰ σώματα ἐγείρεται ἐν τῇ καινῇ ἀναστάσει, ἀλλ’ ἵνα μηδεὶς ἀπιστίας περιλείπηται λόγος, ὡς ἐζήτησεν ἰδεῖν ὁ Θωμᾶς, οὕτως ὑπέδειξεν· οὐ μόνον δὲ τὸν Θωμᾶν, ἀλλὰ καὶ τοὺς ἀγγέλους ἀγνοοῦντας τῆς σαρκώσεως τὴν οἰκονομίαν καὶ λέγοντας· «τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ» καὶ πάλιν· «τί αὗται αἱ πληγαὶ ἀνὰ μέσον
10τῶν χειρῶν σου;» διδάσκων λέγει· «ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου».354

636

Jo 21, 1—6
1 Ἡ θεωρία ὅλη τῆς περικοπῆς ταύτης οὕτως ἔχει. οἱ πρὸ τῶν μαθητῶν ἐν σκότει διανύοντες τῆς δαιμονιώδους πλάνης οὐδὲν ἐπίασαν ἢ πάνυ ὀλίγους, ὅπερ ἐστὶν ἀντὶ οὐδενός, ἀλλ’ οὐδὲ οἱ τύποις καὶ σκιᾷ λατρεύοντες, ὅπου καὶ αὐτοὶ τοῦ νόμου καταφρονήσαντες ἐντάλμασιν ἐπείθοντο ἀνθρωπίνοις, ἀλλὰ
5καὶ ἡ τῶν ἐθνῶν πληθὺς ἀσαγήνευτος ἦν μὴ δεχομένη τὰ θεῖα μαθήματα. ὅτε δὲ ἦλθεν ὁ τῆς «δικαιοσύνης ἥλιος» ὁ πεινῶν τὴν τῶν ἀνθρώπων σωτηρίαν, οὐδὲν εὗρε παρὰ τοῖς ἀνθρώποις βρώσιμον καὶ λέγει τὸν εὐαγγελικὸν προβάλλεσθαι λόγον, ἥ ἐστιν ἡ δεξιὰ διδασκαλία, πρὸς ἣν ὁ νόμος καὶ οἱ προφῆται παραβαλλό‐ μενοι ἀριστερὰ νοεῖται· καὶ τῇ χάριτι τοῦ ἐπιτάξαντος εἵλκυσαν πολλούς·
10ὑπερβαίνει γὰρ τὸ ἐπὶ τούτῳ θαῦμα τὴν τῶν ἀποστόλων ἰσχύν.

637

Jo 21, 11
1 Ἕλκει τὴν πνευματικὴν σαγήνην ὁ Πέτρος σὺν τοῖς ἄλλοις προσάγων τῷ Χριστῷ τὴν ἄγραν. νοοῦνται δὲ οἱ ἑκατὸν τὸ τῶν ἐθνῶν πλήρωμα, οἱ δὲ πεντήκοντα τὸ κατ’ ἐκλογὴν τὸ ἐξ Ἰσραὴλ σωθὲν γένος, οἱ δὲ τρεῖς τῆς ἁγίας τριάδος τὴν δήλωσιν ἐπινοοῦσιν, ἧς εἰς δόξαν ἡ τῶν πιστῶν ζωὴ τῶν σαγηνευ‐
5θέντων νοεῖται συνεζευγμένως.

638

Jo 21, 12
1 Τὸ δεῦτε ἀριστήσατε αἴνιγμα ἔχει ὁ λόγος, ὅτι μετὰ τοὺς πόνους διαδέξεται τοὺς ἁγίους ἀνάπαυσις καὶ τροφὴ καὶ ἀπόλαυσις.

639

Jo 21, 13
1Οὐκ ηὔξατο νῦν κλῶν τὸν ἄρτον δεικνύς, ὅτι συγκαταβάσεως ἦν τὰ
πρῶτα. τὰ ἀνθρώπινα δὲ ποιεῖ πρὸ τοῦ πάθους. εἰ δὲ ὁ Λουκᾶς εἶπεν, ὅτι καὶ αὐτὸς «ἔφαγεν» οὐχ ὡς ἔτι τῆς σαρκὸς δεόμενος, ἀλλὰ πρὸς ἐπίδειξιν τῆς ἀναστάσεως.355

640

Jo 21, 15—17
1 Ἀναζωπυρῆσαι αὐτὸν βουλόμενος ἐκ τῆς κατὰ τὴν ἄρνησιν ἀθυμίας ἐρωτᾷ αὐτὸν καὶ διὰ τῶν τριῶν ἐρωτήσεων καὶ καταθέσεων ἐξαλείφει τὰς τρεῖς φωνὰς τῆς ἀρνήσεως καὶ διὰ λόγων ἐπανορθοῖ τὰ ἐν λόγοις γενόμενα πταίσματα. ἔθος δὲ γέγονεν ἐκ τούτου τρεῖς ὁμολογίας ἀπαιτεῖσθαι τοὺς μέλλοντας βαπτισθῆναι.

641

Jo 21, 17
1 Ἐρωτᾷ αὐτὸν τρίτον οὐχ ὡς ἀγνοῶν—πῶς γὰρ καὶ ὁ προειπὼν τοῦ αὐτοῦ πάθος; —ἀλλ’ ἵνα δείξῃ, ὅτι πάνυ μέλει αὐτῷ τῆς προστασίας τῶν αὐτοῦ προβάτων καὶ ὅτι πάνυ αὐτὸν ἠγάπα ὁ Πέτρος.

642

Jo 21, 19
1 Τοῦτο τὸν διὰ σταυροῦ θάνατον σημαίνει, ὃν ἄκων ὑπέστη, εἰ καὶ διὰ τὰ ἐλπιζόμενα ἑκὼν ἐθανατώθη. τινὲς ἐκ τούτου ᾠήθησαν, ὅτι ἄκων ὁ Πέτρος ἔπαθεν, τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλ’ ἤθελε μὲν παθεῖν, οὐκ ἤθελε δὲ σταυρωθῆναι, ἵνα μὴ δόξῃ παρὰ τοῖς ἁπλουστέροις τῆς αὐτῆς τῷ δεσπότῃ ἠξιῶσθαι τιμῆς.
5διδάσκει οὖν αὐτὸν μὴ ταράττεσθαι· οὐ γὰρ προαιρετικὸν τὸ σχῆμα τοῦτο,
ἀλλὰ ὑπὸ ἄλλων ἐπαγόμενον.356

643

Jo 21, 22—23
1 Τοῦτο εἶπεν ἐκκόψαι θέλων τὴν πρὸς ἑαυτοὺς ἣν εἶχον ἄκαιρον συμ‐ πάθειαν· εἰ γὰρ μὴ ἐχωρίζοντο ἀλλήλων, τὰ μέγιστα εἶχεν ἡ οἰκουμένη ζημιωθῆναι. οὐκ εἶπεν δ· οὐκ ἀποθνῄσκει, ἀλλὰ ἐὰν αὐτὸν θέλω μένειν, τοῦτ’ ἔστιν ἔργον ἐνεχειρίσθης, τοῦτο ποίει, τὰ σαυτοῦ μερίμνα· τί
5γὰρ σὺ θέλεις, εἰ μὴ βούλομαι αὐτὸν ἀποστεῖλαι σὺν σοί, ἀλλὰ μεῖναι ὧδε;

644

Jo 21, 23
1 Οἱ μαθηταὶ ὡς ἀπόφασιν ἐδέξαντο τὸν τοῦ κυρίου λόγον, ὅτι οὐκ ἀποθα‐ νεῖται, ὅπερ οὐκ εἶπεν. ἀλλ’ ὃ εἶπεν, αἰνιττόμενος εἶπεν τὸ μακρόβιον τῆς αὐτοῦ ζωῆς· ἐν γὰρ τοῖς χρόνοις ἄνευ τιμωρίας ἀπέθανεν.

645

Jo 21, 24
1 Ὡς ἀψευδῶς λαλήσας ἑαυτῷ μαρτυρεῖ τὴν ἀλήθειαν. διὸ ἐν πολλοῖς ἀορίστως ἑαυτὸν ὀνομάσας ὧδε φανερῶς σημαίνει ἑαυτόν· αὐτὸς γάρ ἐστιν ὁ γράψας τὸ εὐαγγέλιον. οὐκ ἂν ὑπὸ θεοῦ ἀγαπώμενος εἶχεν ψεύσασθαι, διὸ μὴ ἐνδοιάσητε· οὐ γὰρ ἂν αὐτὸν ἠγάπησεν ἡ ἀλήθεια παραλύοντα τὴν
5ἀλήθειαν.

646

Jo 21, 25
1Παραιτητέον λαλεῖν τὰ κρείττονα πάσης τῆς ἐν βίβλοις γραφῆς, ἅπερ
οὐδὲ αὐτὸς ὁ κόσμος δύναται χωρῆσαι διὰ μέγεθος θεωρημάτων. εἰ πάντα ἐγράφετο, οὐδεὶς ἀνθρώπων ἤρκει πρὸς τὴν τῶν βιβλίων κτῆσιν. διὰ τοῦτο οὐκ ἐγράφη, ἵνα μὴ ὑπερβῇ τὴν μνήμην τῶν ἀκουόντων. ἤτοι εἰ ἐγράφη πάντα,357
5ἀναρίθμητα ἤμελλον εἶναι τὰ βιβλία καὶ οὐδεὶς ἠδύνατο πάντα γνῶναι. ἤτοι ἐὰν θέλῃ τις τὸ μέγεθος τῶν γεγονότων παραστῆσαι, οὐ χωρεῖ αὐτὰ ὁ κόσμος οὔτε ἡ ἀνθρωπίνη ἀκοή. τινὲς λέγουσιν, ὅτι οἱ κοσμικῶς ζῶντες οὐ χωροῦσι τὰς θεοσημείας ἀκοῦσαι κατὰ τὸ ἐν ἀρχῇ εἰρημένον· «καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω», ὡς καὶ αὐτὸς ὁ κύριος εἶπεν, ὅτι «οὐ πάντες χωροῦσι τὸν
10λόγον τοῦτον».

647

Jo 21, 25
1 Πολλαί εἰσι καὶ ἀναρίθμητοι αἱ θεοσημεῖαι καὶ ἀπὸ πολλῶν ταῦτα ἐλήφθη δυνάμενα τελείως ὠφελῆσαι.

648

Jo 21, 25
1 Τοσαῦτά ἐστι τὰ γενόμενά τε καὶ εἰρημένα ὑπὸ τοῦ σωτῆρος, ὥστε πάντα βιβλιοφυλακεῖα πλήρη ἄν, φησίν, οἶμαι γενέσθαι βιβλίων τὰς ἱστορίας τοῦ κυρίου περιεχόντων ἔργων καὶ τῶν ἐπ’ αὐτοῖς λόγων, εἰ καθ’ ἕκαστόν τις ἅπαντα μέλλοι συγγράφειν.

649

Jo 21, 25
1 Διάφορον νοοῦμεν τὸ τοῦ κόσμου ὄνομα. καὶ δυνατὸν κατὰ μίαν σημασίαν παραστῆσαι τὸ ἀψευδὲς τοῦ λόγου καὶ ἐλέγξαι τὴν προπέτειαν τῶν ἀσυνέτως
διασυρόντων τοὺς θεοπνεύστους τῶν εὐαγγελιστῶν λόγους.358